Thesauros Edebiyat Komedya Σφῆκες

Σφῆκες

Σφῆκες Aristophanes

Parodos

[Agon]
ἔτι δʼ ἡ βουλὴ χὠ δῆμος ὅταν κρῖναι μέγα πρᾶγμʼ ἀπορήσῃ 590
Φιλοκλέων
ἐψήφισται τοὺς ἀδικοῦντας τοῖσι δικασταῖς παραδοῦναι·
 
εἶτʼ Εὔαθλος χὠ μέγας οὗτος Κολακώνυμος ἀσπιδαποβλὴς
 
οὐχὶ προδώσειν ἡμᾶς φασίν, περὶ τοῦ πλήθους δὲ μαχεῖσθαι.
 
κἀν τῷ δήμῳ γνώμην οὐδεὶς πώποτʼ ἐνίκησεν, ἐὰν μὴ
 
εἴπῃ τὰ δικαστήριʼ ἀφεῖναι πρώτιστα μίαν δικάσαντας· 595
 
αὐτὸς δὲ Κλέων ὁ κεκραξιδάμας μόνον ἡμᾶς οὐ περιτρώγει,
 
ἀλλὰ φυλάττει διὰ χειρὸς ἔχων καὶ τὰς μυίας ἀπαμύνει.
 
σὺ δὲ τὸν πατέρʼ οὐδʼ ὁτιοῦν τούτων τὸν σαυτοῦ πώποτʼ ἔδρασας.
 
ἀλλὰ Θέωρος, καίτοὐστὶν ἀνὴρ Εὐφημίου οὐδὲν ἐλάττων,
 
τὸν σφόγγον ἔχων ἐκ τῆς λεκάνης τἀμβάδιʼ ἡμῶν περικωνεῖ. 600
 
σκέψαι μʼ ἀπὸ τῶν ἀγαθῶν οἵων ἀποκλῄεις καὶ κατερύκεις,
 
ἣν δουλείαν οὖσαν ἔφασκες καὶ ὑπηρεσίαν ἀποδείξειν.
Βδελυκλέων
ἔμπλησο λέγων· πάντως γάρ τοι παύσει ποτὲ κἀναφανήσει
 
πρωκτὸς λουτροῦ περιγιγνόμενος τῆς ἀρχῆς τῆς περισέμνου.
Φιλοκλέων
ὃ δέ γʼ ἥδιστον τούτων ἐστὶν πάντων, οὗ ʼγὼ ʼπελελήσμην, 605
 
ὅταν οἴκαδʼ ἴω τὸν μισθὸν ἔχων, κἄπειθʼ ἥκονθʼ ἅμα πάντες
 
ἀσπάζωνται διὰ τἀργύριον, καὶ πρῶτα μὲν ἡ θυγάτηρ με
 
ἀπονίζῃ καὶ τὼ πόδʼ ἀλείφῃ καὶ προσκύψασα φιλήσῃ
 
καὶ παππίζουσʼ ἅμα τῇ γλώττῃ τὸ τριώβολον ἐκκαλαμᾶται,
← Önceki Parodos · 18 / 26 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi