Thesauros Edebiyat Komedya Σφῆκες

Σφῆκες

Σφῆκες Aristophanes

Parodos

[Choral]
ἔσθʼ ὅπως ἄνευ μάχης καὶ τῆς κατοξείας βοῆς
Βδελυκλέων
ἐς λόγους ἔλθοιμεν ἀλλήλοισι καὶ διαλλαγάς;
Χορός
σοὐς λόγους ὦ μισόδημε καὶ μοναρχίας ἐραστά,
 
καὶ ξυνὼν Βρασίδᾳ καὶ φορῶν κράσπεδα 475
 
στεμμάτων τήν θʼ ὑπήνην ἄκουρον τρέφων;
Βδελυκλέων
νὴ Δίʼ ἦ μοι κρεῖττον ἐκστῆναι τὸ παράπαν τοῦ πατρὸς
 
μᾶλλον ἢ κακοῖς τοσούτοις ναυμαχεῖν ὁσημέραι.
Χορός
οὐδὲ μὴν οὐδʼ ἐν σελίνῳ σοὐστὶν οὐδʼ ἐν πηγάνῳ· 480
 
τοῦτο γὰρ παρεμβαλοῦμεν τῶν τριχοινίκων ἐπῶν.
 
ἀλλὰ νῦν μὲν οὐδὲν ἀλγεῖς, ἀλλʼ ὅταν ξυνήγορος
 
ταὐτὰ ταῦτα σου καταντλῇ καὶ ξυνωμότας καλῇ.
Βδελυκλέων
ἆρʼ ἂν ὦ πρὸς τῶν θεῶν ὑμεῖς ἀπαλλαχθεῖτέ μου;
 
ἢ δέδοκταί μοι δέρεσθαι καὶ δέρειν διʼ ἡμέρας; 485
Χορός
οὐδέποτέ γʼ, οὐχ ἕως ἄν τί μου λοιπὸν ᾖ,
 
ὅστις ἡμῶν ἐπὶ τυραννίδʼ ὧδʼ ἐστάλης.
Βδελυκλέων
ὡς ἅπανθʼ ὑμῖν τυραννίς ἐστι καὶ ξυνωμόται,
 
ἤν τε μεῖζον ἤν τʼ ἔλαττον πρᾶγμά τις κατηγορῇ,
 
ἧς ἐγὼ οὐκ ἤκουσα τοὔνομʼ οὐδὲ πεντήκοντʼ ἐτῶν· 490
 
νῦν δὲ πολλῷ τοῦ ταρίχους ἐστὶν ἀξιωτέρα,
 
ὥστε καὶ δὴ τοὔνομʼ αὐτῆς ἐν ἀγορᾷ κυλίνδεται.
← Önceki Parodos · 12 / 26 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi