Parodos
[Choral]
ὥστε σε ζηλωτὸν εἶναι; σὺ δʼ ἀχάριστος ἦσθʼ ἄρα.
Φιλοκλέων
ἀλλʼ ἄνες με καὶ σὺ καὶ σύ, πρὶν τὸν υἱὸν ἐκδραμεῖν.
Χορός
ἀλλὰ τούτων μὲν τάχʼ ἡμῖν δώσετον καλὴν δίκην,
οὐκέτʼ ἐς μακρὰν ἵνʼ εἰδῆθʼ οἷός ἐστʼ ἀνδρῶν τρόπος
ὀξυθύμων καὶ δικαίων καὶ βλεπόντων κάρδαμα.
455
Βδελυκλέων
παῖε παἶ ὦ Ξανθία τοὺς σφῆκας ἀπὸ τῆς οἰκίας.
Ξανθίας
ἀλλὰ δρῶ τοῦτʼ· ἀλλὰ καὶ σὺ τῦφε πολλῷ τῷ καπνῷ.
Σωσίας
οὐχὶ σοῦσθʼ; οὐκ ἐς κόρακας; οὐκ ἄπιτε; παῖε τῷ ξύλῳ.
Ξανθίας
καὶ σὺ προσθεὶς Αἰσχίνην ἔντυφε τὸν Σελλαρτίου.
ἆρʼ ἐμέλλομέν ποθʼ ὑμᾶς ἀποσοβήσειν τῷ χρόνῳ.
460
Βδελυκλέων
ἀλλὰ μὰ Δίʼ οὐ ῥᾳδίως οὕτως ἂν αὐτοὺς διέφυγες,
εἴπερ ἔτυχον τῶν μελῶν τῶν Φιλοκλέους βεβρωκότες.
Χορός
ἆρα δῆτʼ οὐκ αὐτὰ δῆλα
†ὡς λάθρᾳ γʼ ἐλάνθανʼ ὑπιοῦσά με,†
465
εἰ σύ γʼ ὦ πόνῳ πόνηρε καὶ κομηταμυνία
τῶν νόμων ἡμᾶς ἀπείργεις ὧν ἔθηκεν ἡ πόλις,