Thesauros Edebiyat Komedya Σφῆκες

Σφῆκες

Σφῆκες Aristophanes

Parodos

[Choral]
οἱ μὲν ἐς τὸν πρωκτὸν αὐτῶν ἐσπέτεσθʼ ὠργισμένοι,
Φιλοκλέων
οἱ δὲ τὠφθαλμὼ κύκλῳ κεντεῖτε καὶ τοὺς δακτύλους.
Βδελυκλέων
ὦ Μίδα καὶ Φρὺξ βοήθει δεῦρο καὶ Μασιντύα,
 
καὶ λάβεσθε τουτουὶ καὶ μὴ μεθῆσθε μηδενί·
 
εἰ δὲ μή, ʼν πέδαις παχείαις οὐδὲν ἀριστήσετε. 435
 
ὡς ἐγὼ πολλῶν ἀκούσας οἶδα θρίων τὸν ψόφον.
Χορός
εἰ δὲ μὴ τοῦτον μεθήσεις, ἔν τί σοι παγήσεται.
Φιλοκλέων
ὦ Κέκροψ ἥρως ἄναξ τὰ πρὸς ποδῶν Δρακοντίδη,
 
περιορᾷς οὕτω μʼ ὑπʼ ἀνδρῶν βαρβάρων χειρούμενον,
 
οὓς ἐγὼ ʼδίδαξα κλάειν τέτταρʼ ἐς τὴν χοίνικα; 440
Χορός
εἶτα δῆτʼ οὐ πόλλʼ ἔνεστι δεινὰ τῷ γήρᾳ κακά;
 
δηλαδή· καὶ νῦν γε τούτω τὸν παλαιὸν δεσπότην
 
πρὸς βίαν χειροῦσιν, οὐδὲν τῶν πάλαι μεμνημένοι
 
διφθερῶν κἀξωμίδων, ἃς οὗτος αὐτοῖς ἠμπόλα,
 
καὶ κυνᾶς· καὶ τοὺς πόδας χειμῶνος ὄντος ὠφέλει, 445
 
ὥστε μὴ ῥιγῶν ἑκάστοτʼ· ἀλλὰ τούτοις γʼ οὐκ ἔνι
 
οὐδʼ ἐν ὀφθαλμοῖσιν αἰδὼς τῶν παλαιῶν ἐμβάδων.
Φιλοκλέων
οὐκ ἀφήσεις οὐδὲ νυνί μʼ ὦ κάκιστον θηρίον,
 
οὐδʼ ἀναμνησθεὶς ὅθʼ εὑρὼν τοὺς βότρυς κλέπτοντά σε
 
προσαγαγὼν πρὸς τὴν ἐλάαν ἐξέδειρʼ εὖ κἀνδρικῶς, 450
← Önceki Parodos · 10 / 26 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi