Thesauros Edebiyat Komedya Νεφέλαι

Νεφέλαι

Νεφέλαι Aristophanes

Stasimon 2

[Lyric-Scene]
ἰώ μοί μοι.
Στρεψιάδης
ἔα. 1260
 
τίς οὑτοσί ποτʼ ἔσθʼ ὁ θρηνῶν; οὔτι που 1260
 
τῶν Καρκίνου τις δαιμόνων ἐφθέγξατο;
Αμυνίας
τί δʼ ὅστις εἰμὶ τοῦτο βούλεσθʼ εἰδέναι;
 
ἀνὴρ κακοδαίμων.
Στρεψιάδης
κατὰ σεαυτόν νυν τρέπου.
Αμυνίας
ὦ σκληρὲ δαῖμον, ὦ τύχαι θραυσάντυγες
 
ἵππων ἐμῶν, ὦ Παλλὰς ὥς μʼ ἀπώλεσας. 1265
Στρεψιάδης
τί δαί σε Τληπόλεμός ποτʼ εἴργασται κακόν;
Αμυνίας
μὴ σκῶπτέ μʼ ὦ τᾶν, ἀλλά μοι τὰ χρήματα
 
τὸν υἱὸν ἀποδοῦναι κέλευσον ἅλαβεν,
 
ἄλλως τε μέντοι καὶ κακῶς πεπραγότι.
Στρεψιάδης
τὰ ποῖα ταῦτα χρήμαθʼ; 1270
Αμυνίας
ἁδανείσατο. 1270
Στρεψιάδης
κακῶς ἄρʼ ὄντως εἶχες, ὥς γʼ ἐμοὶ δοκεῖς.
Αμυνίας
ἵππους ἐλαύνων ἐξέπεσον νὴ τοὺς θεούς.
Στρεψιάδης
τί δῆτα ληρεῖς ὥσπερ ἀπʼ ὄνου καταπεσών;
Αμυνίας
ληρῶ, τὰ χρήματʼ ἀπολαβεῖν εἰ βούλομαι;
Στρεψιάδης
οὐκ ἔσθʼ ὅπως σύ γʼ αὐτὸς ὑγιαίνεις. 1275
← Önceki Stasimon 2 · 7 / 10 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi