Thesauros Edebiyat Komedya Νεφέλαι

Νεφέλαι

Νεφέλαι Aristophanes

Stasimon 2

[Lyric-Scene]
ἀπόπεμψον ἀποκρινάμενος.
Στρεψιάδης
ἔχε νυν ἥσυχος.
 
ἐγὼ γὰρ αὐτίκʼ ἀποκρινοῦμαί σοι σαφῶς. 1245
Πασίας
τί σοι δοκεῖ δράσειν;
Μάρτυς
ἀποδώσειν μοι δοκεῖ.
Στρεψιάδης
ποῦ ʼσθʼ οὗτος ἁπαιτῶν με τἀργύριον; λέγε
 
τουτὶ τί ἔστι;
Πασίας
τοῦθʼ ὅ τι ἐστί; κάρδοπος.
Στρεψιάδης
ἔπειτʼ ἀπαιτεῖς τἀργύριον τοιοῦτος ὤν;
 
οὐκ ἂν ἀποδοίην οὐδʼ ἂν ὀβολὸν οὐδενί, 1250
 
ὅστις καλέσειε κάρδοπον τὴν καρδόπην.
Πασίας
οὐκ ἄρʼ ἀποδώσεις;
Στρεψιάδης
οὐχ ὅσον γέ μʼ εἰδέναι.
 
οὔκουν ἀνύσας τι θᾶττον ἀπολιταργιεῖς
 
ἀπὸ τῆς θύρας;
Πασίας
ἄπειμι, καὶ τοῦτʼ ἴσθʼ ὅτι
 
θήσω πρυτανεῖʼ ἢ μηκέτι ζῴην ἐγώ. 1255
Στρεψιάδης
καὶ προσαπολεῖς ἄρʼ αὐτὰ πρὸς ταῖς δώδεκα.
 
καίτοι σε τοῦτό γʼ οὐχὶ βούλομαι παθεῖν,
 
ὁτιὴ ʼκάλεσας εὐηθικῶς τὴν κάρδοπον.
← Önceki Stasimon 2 · 6 / 10 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi