Thesauros Edebiyat Komedya Νεφέλαι

Νεφέλαι

Νεφέλαι Aristophanes

Stasimon 1

Στρεψιάδης
ἀλλʼ ἐν θυείᾳ στρογγύλῃ γʼ ἂν ἐμάττετο.
 
ἀτὰρ τὸ λοιπὸν πῶς με χρὴ καλεῖν;
Σωκράτης
ὅπως;
 
τὴν καρδόπην, ὥσπερ καλεῖς τὴν Σωστράτην.
Στρεψιάδης
τὴν καρδόπην θήλειαν;
Σωκράτης
ὀρθῶς γὰρ λέγεις.
Στρεψιάδης
ἐκεῖνο δʼ ἦν ἄν, καρδόπη, Κλεωνύμη. 680
Σωκράτης
ἔτι δή γε περὶ τῶν ὀνομάτων μαθεῖν σε δεῖ,
 
ἅττʼ ἄρρενʼ ἐστίν, ἅττα δʼ αὐτῶν θήλεα.
Στρεψιάδης
ἀλλʼ οἶδʼ ἔγωγʼ ἃ θήλεʼ ἐστίν.
Σωκράτης
εἰπὲ δή.
Στρεψιάδης
Λύσιλλα Φίλιννα Κλειταγόρα Δημητρία.
Σωκράτης
ἄρρενα δὲ ποῖα τῶν ὀνομάτων; 685
Στρεψιάδης
μυρία. 685
 
Φιλόξενος Μελησίας Ἀμυνίας.
Σωκράτης
ἀλλʼ ὦ πόνηρε ταῦτά γʼ ἐστʼ οὐκ ἄρρενα.
Στρεψιάδης
οὐκ ἄρρενʼ ὑμῖν ἐστιν;
Σωκράτης
οὐδαμῶς γʼ, ἐπεὶ
 
πῶς ἂν καλέσειας ἐντυχὼν Ἀμυνίᾳ;
Στρεψιάδης
ὅπως ἄν; ὡδί, δεῦρο δεῦρʼ Ἀμυνία. 690
← Önceki Stasimon 1 · 7 / 30 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi