Thesauros Edebiyat Komedya Νεφέλαι

Νεφέλαι

Νεφέλαι Aristophanes

Stasimon 1

Στρεψιάδης
ἀλλʼ οἶδʼ ἔγωγε τἄρρενʼ, εἰ μὴ μαίνομαι· 660
 
κριὸς τράγος ταῦρος κύων ἀλεκτρυών.
Σωκράτης
ὁρᾷς ὃ πάσχεις; τήν τε θήλειαν καλεῖς
 
ἀλεκτρυόνα κατὰ ταὐτὸ καὶ τὸν ἄρρενα.
Στρεψιάδης
πῶς δὴ φέρʼ;
Σωκράτης
ὅπως; ἀλεκτρυὼν κἀλεκτρυών.
Στρεψιάδης
νὴ τὸν Ποσειδῶ. νῦν δὲ πῶς με χρὴ καλεῖν; 665
Σωκράτης
ἀλεκτρύαιναν, τὸν δʼ ἕτερον ἀλέκτορα.
Στρεψιάδης
ἀλεκτρύαιναν; εὖ γε νὴ τὸν Ἀέρα·
 
ὥστʼ ἀντὶ τούτου τοῦ διδάγματος μόνου
 
διαλφιτώσω σου κύκλῳ τὴν κάρδοπον.
Σωκράτης
ἰδοὺ μάλʼ αὖθις τοῦθʼ ἕτερον· τὴν κάρδοπον 670
 
ἄρρενα καλεῖς θήλειαν οὖσαν.
Στρεψιάδης
τῷ τρόπῳ
 
ἄρρενα καλῶ ʼγὼ κάρδοπον;
Σωκράτης
μάλιστά γε,
 
ὥσπερ γε καὶ Κλεώνυμον.
Στρεψιάδης
πῶς δή; φράσον.
Σωκράτης
ταὐτὸν δύναταί σοι κάρδοπος Κλεωνύμῳ.
Στρεψιάδης
ἀλλʼ ὦγάθʼ οὐδʼ ἦν κάρδοπος Κλεωνύμῳ, 675
← Önceki Stasimon 1 · 6 / 30 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi