Thesauros Edebiyat Komedya Νεφέλαι

Νεφέλαι

Νεφέλαι Aristophanes

Stasimon 1

[Agon]
καὶ πρὸς τούτοις προσέχῃς τὸν νοῦν, 1010
Δίκαιος Λόγος
ἕξεις ἀεὶ
 
στῆθος λιπαρόν, χροιὰν λαμπράν,
 
ὤμους μεγάλους, γλῶτταν βαιάν,
 
πυγὴν μεγάλην, πόσθην μικράν.
 
ἢν δʼ ἅπερ οἱ νῦν ἐπιτηδεύῃς, 1015
 
πρῶτα μὲν ἕξεις
 
χροιὰν ὠχράν, ὤμους μικρούς,
 
στῆθος λεπτόν, γλῶτταν μεγάλην,
 
πυγὴν μικράν, κωλῆν μεγάλην,
 
ψήφισμα μακρόν, καὶ σʼ ἀναπείσει 1020
 
τὸ μὲν αἰσχρὸν ἅπαν καλὸν ἡγεῖσθαι, 1020
 
τὸ καλὸν δʼ αἰσχρόν·
 
καὶ πρὸς τούτοις τῆς Ἀντιμάχου
 
καταπυγοσύνης ἀναπλήσει.
Χορός
ὦ καλλίπυργον σοφίαν κλεινοτάτην ἐπασκῶν,
 
ὡς ἡδύ σου τοῖσι λόγοις σῶφρον ἔπεστιν ἄνθος. 1025
 
†εὐδαίμονες δʼ ἦσαν ἄρʼ οἱ ζῶντες τότʼ ἐπὶ
 
τῶν προτέρων†· πρὸς τάδε σʼ ὦ κομψοπρεπῆ μοῦσαν ἔχων, 1030
 
δεῖ σε λέγειν τι καινόν, ὡς ηὐδοκίμηκεν ἁνήρ.
← Önceki Stasimon 1 · 26 / 30 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi