Thesauros Edebiyat Komedya Νεφέλαι

Νεφέλαι

Νεφέλαι Aristophanes

Stasimon 1

[Agon]
οἵας οἱ νῦν τὰς κατὰ Φρῦνιν ταύτας τὰς δυσκολοκάμπτους, 970
Δίκαιος Λόγος
ἐπετρίβετο τυπτόμενος πολλὰς ὡς τὰς Μούσας ἀφανίζων.
 
ἐν παιδοτρίβου δὲ καθίζοντας τὸν μηρὸν ἔδει προβαλέσθαι
 
τοὺς παῖδας, ὅπως τοῖς ἔξωθεν μηδὲν δείξειαν ἀπηνές·
 
εἶτʼ αὖ πάλιν αὖθις ἀνιστάμενον συμψῆσαι, καὶ προνοεῖσθαι 975
 
εἴδωλον τοῖσιν ἐρασταῖσιν τῆς ἥβης μὴ καταλείπειν.
 
ἠλείψατο δʼ ἂν τοὐμφαλοῦ οὐδεὶς παῖς ὑπένερθεν τότʼ ἄν, ὥστε
 
τοῖς αἰδοίοισι δρόσος καὶ χνοῦς ὥσπερ μήλοισιν ἐπήνθει·
 
οὐδʼ ἂν μαλακὴν φυρασάμενος τὴν φωνὴν πρὸς τὸν ἐραστὴν
 
αὐτὸς ἑαυτὸν προαγωγεύων τοῖς ὀφθαλμοῖς ἐβάδιζεν, 980
 
οὐδʼ ἀνελέσθαι δειπνοῦντʼ ἐξῆν καὶ κεφάλαιον ῥαφανῖδος,
 
οὐδʼ ἄννηθον τῶν πρεσβυτέρων ἁρπάζειν οὐδὲ σέλινον,
 
οὐδʼ ὀψοφαγεῖν οὐδὲ κιχλίζειν οὐδʼ ἴσχειν τὼ πόδʼ ἐναλλάξ.
Ἄδικος Λόγος
ἀρχαῖά γε καὶ Διιπολιώδη καὶ τεττίγων ἀνάμεστα
 
καὶ Κηκείδου καὶ Βουφονίων. 985
Δίκαιος Λόγος
ἀλλʼ οὖν ταῦτʼ ἐστὶν ἐκεῖνα, 985
 
ἐξ ὧν ἄνδρας Μαραθωνομάχας ἡμὴ παίδευσις ἔθρεψεν.
 
σὺ δὲ τοὺς νῦν εὐθὺς ἐν ἱματίοισι διδάσκεις ἐντετυλίχθαι·
 
ὥστε μʼ ἀπάγχεσθʼ, ὅταν ὀρχεῖσθαι Παναθηναίοις δέον αὐτοὺς
 
τὴν ἀσπίδα τῆς κωλῆς προέχων ἀμελῇ τῆς Τριτογενείας.
← Önceki Stasimon 1 · 24 / 30 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi