Thesauros Edebiyat Komedya Νεφέλαι

Νεφέλαι

Νεφέλαι Aristophanes

Stasimon 1

[Agon]
καὶ βωμολόχος. 910
Ἄδικος Λόγος
κρίνεσι στεφανοῖς.
Δίκαιος Λόγος
καὶ πατραλοίας.
Ἄδικος Λόγος
χρυσῷ πάττων μʼ οὐ γιγνώσκεις.
Δίκαιος Λόγος
οὐ δῆτα πρὸ τοῦ γʼ, ἀλλὰ μολύβδῳ.
Ἄδικος Λόγος
νῦν δέ γε κόσμος τοῦτʼ ἐστὶν ἐμοί.
Δίκαιος Λόγος
θρασὺς εἶ πολλοῦ. 915
Ἄδικος Λόγος
σὺ δέ γʼ ἀρχαῖος. 915
Δίκαιος Λόγος
διὰ σὲ δὲ φοιτᾶν
 
οὐδεὶς ἐθέλει τῶν μειρακίων·
 
καὶ γνωσθήσει ποτʼ Ἀθηναίοις
 
οἶα διδάσκεις τοὺς ἀνοήτους.
Ἄδικος Λόγος
αὐχμεῖς αἰσχρῶς. 920
Δίκαιος Λόγος
σὺ δέ γʼ εὖ πράττεις. 920
 
καίτοι πρότερόν γʼ ἐπτώχευες,
 
Τήλεφος εἶναι Μυσὸς φάσκων,
 
ἐκ πηριδίου
 
γνώμας τρώγων Πανδελετείους.
Ἄδικος Λόγος
ὤμοι σοφίας — 925
Δίκαιος Λόγος
ὤμοι μανίας — 925
← Önceki Stasimon 1 · 21 / 30 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi