Thesauros Edebiyat Komedya Νεφέλαι

Νεφέλαι

Νεφέλαι Aristophanes

Stasimon 1

[Lyric-Scene]
οἴμοι τί δράσω παραφρονοῦντος τοῦ πατρός;
Φειδιππίδης
πότερον παρανοίας αὐτὸν εἰσαγαγὼν ἕλω, 845
 
ἢ τοῖς σοροπηγοῖς τὴν μανίαν αὐτοῦ φράσω;
Στρεψιάδης
φέρʼ ἴδω, σὺ τοῦτον τί ὀνομάζεις; εἰπέ μοι.
Φειδιππίδης
ἀλεκτρυόνα.
Στρεψιάδης
καλῶς γε. ταυτηνὶ δὲ τί;
Φειδιππίδης
ἀλεκτρυόνʼ.
Στρεψιάδης
ἄμφω ταὐτό; καταγέλαστος εἶ.
 
μή νυν τὸ λοιπόν, ἀλλὰ τήνδε μὲν καλεῖν 850
 
ἀλεκτρύαιναν τουτονὶ δʼ ἀλέκτορα.
Φειδιππίδης
ἀλεκτρύαιναν; ταῦτʼ ἔμαθες τὰ δεξιὰ
 
εἴσω παρελθὼν ἄρτι παρὰ τοὺς γηγενεῖς;
Στρεψιάδης
χἄτερά γε πόλλʼ· ἀλλʼ ὅ τι μάθοιμʼ ἑκάστοτε,
 
ἐπελανθανόμην ἂν εὐθὺς ὑπὸ πλήθους ἐτῶν. 855
Φειδιππίδης
διὰ ταῦτα δὴ καὶ θοἰμάτιον ἀπώλεσας;
Στρεψιάδης
ἀλλʼ οὐκ ἀπολώλεκʼ, ἀλλὰ καταπεφρόντικα.
Φειδιππίδης
τὰς δʼ ἐμβάδας ποῖ τέτροφας ὦνόητε σύ;
Στρεψιάδης
ὥσπερ Περικλέης ἐς τὸ δέον ἀπώλεσα.
 
ἀλλʼ ἴθι βάδιζʼ, ἴωμεν· εἶτα τῷ πατρὶ 860
 
πιθόμενος ἐξάμαρτε· κἀγώ τοί ποτε,
← Önceki Stasimon 1 · 17 / 30 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi