Thesauros Edebiyat Komedya Νεφέλαι

Νεφέλαι

Νεφέλαι Aristophanes

Parodos

[Parodos]
διὰ μέντοι τάσδʼ οὐχὶ δικαίως; 340
Στρεψιάδης
λέξον δή μοι, τί παθοῦσαι, 340
 
εἴπερ νεφέλαι γʼ εἰσὶν ἀληθῶς, θνηταῖς εἴξασι γυναιξίν;
 
οὐ γὰρ ἐκεῖναί γʼ εἰσὶ τοιαῦται.
Σωκράτης
φέρε ποῖαι γάρ τινές εἰσιν;
Στρεψιάδης
οὐκ οἶδα σαφῶς· εἴξασιν γοῦν ἐρίοισιν πεπταμένοισιν,
 
κοὐχὶ γυναιξὶν μὰ Δίʼ οὐδʼ ὁτιοῦν· αὗται δὲ ῥῖνας ἔχουσιν.
Σωκράτης
ἀπόκριναί νυν ἅττʼ ἂν ἔρωμαι. 345
Στρεψιάδης
λέγε νυν ταχέως ὅ τι βούλει. 345
Σωκράτης
ἤδη ποτʼ ἀναβλέψας εἶδες νεφέλην κενταύρῳ ὁμοίαν,
 
ἢ παρδάλει ἢ λύκῳ ἢ ταύρῳ;
Στρεψιάδης
νὴ Δίʼ ἔγωγʼ. εἶτα τί τοῦτο;
Σωκράτης
γίγνονται πάνθʼ ὅ τι βούλονται· κᾆτʼ ἢν μὲν ἴδωσι κομήτην
 
ἄγριόν τινα τῶν λασίων τούτων, οἷόνπερ τὸν Ξενοφάντου,
 
σκώπτουσαι τὴν μανίαν αὐτοῦ κενταύροις ᾔκασαν αὑτάς. 350
Στρεψιάδης
τί γὰρ ἢν ἅρπαγα τῶν δημοσίων κατίδωσι Σίμωνα, τί δρῶσιν;
Σωκράτης
ἀποφαίνουσαι τὴν φύσιν αὐτοῦ λύκοι ἐξαίφνης ἐγένοντο.
Στρεψιάδης
ταῦτʼ ἄρα ταῦτα Κλεώνυμον αὗται τὸν ῥίψασπιν χθὲς ἰδοῦσαι,
 
ὅτι δειλότατον τοῦτον ἑώρων, ἔλαφοι διὰ τοῦτʼ ἐγένοντο.
Σωκράτης
καὶ νῦν γʼ ὅτι Κλεισθένη εἶδον, ὁρᾷς, διὰ τοῦτʼ ἐγένοντο γυναῖκες. 355
← Önceki Parodos · 5 / 11 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi