Thesauros Edebiyat Komedya Ἱππῆς

Ἱππῆς

Ἱππῆς Aristophanes

Epeisodion 3

Δῆμος
τοῖς ἐντέροις;
Ἀλλαντοπώλης
ἐπίτηδες αὔτʼ ἔπεμψέ σοι
 
ἐς τὰς τριήρεις ἐντερόνειαν ἡ θεός· 1185
 
ἐπισκοπεῖ γὰρ περιφανῶς τὸ ναυτικόν.
 
ἔχε καὶ πιεῖν κεκραμένον τρία καὶ δύο.
Δῆμος
ὡς ἡδὺς ὦ Ζεῦ καὶ τὰ τρία φέρων καλῶς.
Ἀλλαντοπώλης
ἡ Τριτογενὴς γὰρ αὐτὸν ἐνετριτώνισεν.
Κλέων
λαβέ νυν πλακοῦντος πίονος παρʼ ἐμοῦ τόμον. 1190
Ἀλλαντοπώλης
παρʼ ἐμοῦ δʼ ὅλον γε τὸν πλακοῦντα τουτονί.
Κλέων
ἀλλʼ οὐ λαγῷʼ ἕξεις ὁπόθεν δῷς, ἀλλʼ ἐγώ.
Ἀλλαντοπώλης
οἴμοι, πόθεν λαγῷά μοι γενήσεται;
 
ὦ θυμὲ νυνὶ βωμολόχον ἔξευρέ τι.
Κλέων
ὁρᾷς τάδʼ ὦ κακόδαιμον; 1195
Ἀλλαντοπώλης
ὀλίγον μοι μέλει· 1195
 
ἐκεινοιὶ γὰρ ὡς ἔμʼ ἔρχονταί τινες
 
πρέσβεις ἔχοντες ἀργυρίου βαλλάντια.
Κλέων
ποῦ ποῦ;
Ἀλλαντοπώλης
τί δέ σοι τοῦτʼ; οὐκ ἐάσεις τοὺς ξένους;
 
ὦ Δημίδιον ὁρᾷς τὰ λαγῷʼ ἅ σοι φέρω;
Κλέων
οἴμοι τάλας ἀδίκως γε τἄμʼ ὑφήρπασας. 1200
← Önceki Epeisodion 3 · 3 / 7 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi