Thesauros Edebiyat Komedya Ἱππῆς

Ἱππῆς

Ἱππῆς Aristophanes

Epeisodion 3

Ἀλλαντοπώλης
ἀλλʼ οὐ τράπεζαν, ἀλλʼ ἐγὼ προτεραίτερος. 1165
Κλέων
ἰδοὺ φέρω σοι τήνδε μαζίσκην ἐγὼ
 
ἐκ τῶν ὀλῶν τῶν ἐκ Πύλου μεμαγμένην.
Ἀλλαντοπώλης
ἐγὼ δὲ μυστίλας μεμυστιλημένας
 
ὑπὸ τῆς θεοῦ τῇ χειρὶ τἠλεφαντίνῃ.
Δῆμος
ὡς μέγαν ἄρʼ εἶχες ὦ πότνια τὸν δάκτυλον. 1170
Κλέων
ἐγὼ δʼ ἔτνος γε πίσινον εὔχρων καὶ καλόν·
 
ἐτόρυνε δʼ αὔθʼ ἡ Παλλὰς ἡ Πυλαιμάχος.
Ἀλλαντοπώλης
ὦ Δῆμʼ ἐναργῶς ἡ θεός σʼ ἐπισκοπεῖ,
 
καὶ νῦν ὑπερέχει σου χύτραν ζωμοῦ πλέαν.
Δῆμος
οἴει γὰρ οἰκεῖσθʼ ἂν ἔτι τήνδε τὴν πόλιν, 1175
 
εἰ μὴ φανερῶς ἡμῶν ὑπερεῖχε τὴν χύτραν;
Κλέων
τουτὶ τέμαχός σοὔδωκεν ἡ Φοβεσιστράτη.
Ἀλλαντοπώλης
ἡ δʼ Ὀβριμοπάτρα γʼ ἑφθὸν ἐκ ζωμοῦ κρέας
 
καὶ χόλικος ἠνύστρου τε καὶ γαστρὸς τόμον.
Δῆμος
καλῶς γʼ ἐποίησε τοῦ πέπλου μεμνημένη. 1180
Κλέων
ἡ Γοργολόφα σʼ ἐκέλευε τουτουὶ φαγεῖν
 
ἐλατῆρος, ἵνα τὰς ναῦς ἐλαύνωμεν καλῶς.
Ἀλλαντοπώλης
λαβὲ καὶ ταδί νυν.
Δῆμος
καὶ τί τούτοις χρήσομαι
← Önceki Epeisodion 3 · 2 / 7 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi