Thesauros Edebiyat Komedya Ἱππῆς

Ἱππῆς

Ἱππῆς Aristophanes

Epeisodion 2

Κλέων
οὐκ ὀρθῶς φράζει· τὴν Κυλλήνην γὰρ ὁ Φοῖβος
 
ἐς τὴν χεῖρʼ ὀρθῶς ᾐνίξατο τὴν Διοπείθους. 1085
 
ἀλλὰ γάρ ἐστιν ἐμοὶ χρησμὸς περὶ σοῦ πτερυγωτός,
 
αἰετὸς ὡς γίγνει καὶ πάσης γῆς βασιλεύεις.
Ἀλλαντοπώλης
καὶ γὰρ ἐμοί· καὶ γῆς καὶ τῆς ἐρυθρᾶς γε θαλάσσης,
 
χὤτι γʼ ἐν Ἐκβατάνοις δικάσεις, λείχων ἐπίπαστα.
Κλέων
ἀλλʼ ἐγὼ εἶδον ὄναρ, καί μοὐδόκει ἡ θεὸς αὐτὴ 1090
 
τοῦ δήμου καταχεῖν ἀρυταίνῃ πλουθυγίειαν.
Ἀλλαντοπώλης
νὴ Δία καὶ γὰρ ἐγώ· καί μοὐδόκει ἡ θεὸς αὐτὴ
 
ἐκ πόλεως ἐλθεῖν καὶ γλαῦξ αὐτῇ ʼπικαθῆσθαι·
 
εἶτα κατασπένδειν κατὰ τῆς κεφαλῆς ἀρυβάλλῳ
 
ἀμβροσίαν κατὰ σοῦ, κατὰ τούτου δὲ σκοροδάλμην. 1095
Δῆμος
ἰοὺ ἰού.
 
οὐκ ἦν ἄρʼ οὐδεὶς τοῦ Γλάνιδος σοφώτερος.
 
καὶ νῦν ἐμαυτὸν ἐπιτρέπω σοι τουτονὶ
 
γερονταγωγεῖν κἀναπαιδεύειν πάλιν.
Κλέων
μήπω γʼ, ἱκετεύω σʼ, ἀλλʼ ἀνάμεινον, ὡς ἐγὼ 1100
 
κριθὰς ποριῶ σοι καὶ βίον καθʼ ἡμέραν.
Δῆμος
οὐκ ἀνέχομαι κριθῶν ἀκούων· πολλάκις
 
ἐξηπατήθην ὑπό τε σοῦ καὶ Θουφάνους.
← Önceki Epeisodion 2 · 6 / 7 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi