Thesauros Edebiyat Komedya Ἱππῆς

Ἱππῆς

Ἱππῆς Aristophanes

Epeisodion 2

Ἀλλαντοπώλης
δῆσαί σʼ ἐκέλευʼ ἐν πεντεσυρίγγῳ ξύλῳ.
Δῆμος
ταυτὶ τελεῖσθαι τὰ λόγιʼ ἤδη μοι δοκεῖ. 1050
Κλέων
μὴ πείθου· φθονεραὶ γὰρ ἐπικρώζουσι κορῶναι.
 
ἀλλʼ ἱέρακα φίλει μεμνημένος ἐν φρεσὶν ὅς σοι
 
ἤγαγε συνδήσας Λακεδαιμονίων κορακίνους.
Ἀλλαντοπώλης
τοῦτό γέ τοι Παφλαγὼν παρεκινδύνευσε μεθυσθείς.
 
Κεκροπίδη κακόβουλε τί τοῦθʼ ἡγεῖ μέγα τοὔργον; 1055
 
καί κε γυνὴ φέροι ἄχθος, ἐπεί κεν ἀνὴρ ἀναθείη·
 
ἀλλʼ οὐκ ἂν μαχέσαιτο· χέσαιτο γάρ, εἰ μαχέσαιτο.
Κλέων
ἀλλὰ τόδε φράσσαι, πρὸ Πύλου Πύλον ἥν σοι ἔφραζεν.
 
ἔστι Πύλος πρὸ Πύλοιο—
Δῆμος
τί τοῦτο λέγει, πρὸ Πύλοιο;
Ἀλλαντοπώλης
τὰς πυέλους φησὶν καταλήψεσθʼ ἐν βαλανείῳ. 1060
Δῆμος
ἐγὼ δʼ ἄλουτος τήμερον γενήσομαι;
Ἀλλαντοπώλης
οὗτος γὰρ ἡμῶν τὰς πυέλους ἀφήρπασεν.
 
ἀλλʼ οὑτοσὶ γάρ ἐστι περὶ τοῦ ναυτικοῦ
 
ὁ χρησμός, ᾧ σε δεῖ προσέχειν τὸν νοῦν πάνυ.
Δῆμος
προσέχω· σὺ δʼ ἀναγίγνωσκε, τοῖς ναύταισί μου 1065
 
ὅπως ὁ μισθὸς πρῶτον ἀποδοθήσεται.
Ἀλλαντοπώλης
Αἰγεΐδη φράσσαι κυναλώπεκα, μή σε δολώσῃ,
← Önceki Epeisodion 2 · 4 / 7 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi