Thesauros Edebiyat Komedya Ἱππῆς

Ἱππῆς

Ἱππῆς Aristophanes

Epeisodion 1

Δῆμος
οὐ τὸν ἐμὸν εἶχεν ἀλλὰ τὸν Κλεωνύμου.
 
παρʼ ἐμοῦ δὲ τουτονὶ λαβὼν ταμίευέ μοι.
Κλέων
μὴ δῆτά πώ γʼ ὦ δέσποτʼ, ἀντιβολῶ σʼ ἐγώ, 960
 
πρὶν ἄν γε τῶν χρησμῶν ἀκούσῃς τῶν ἐμῶν.
Ἀλλαντοπώλης
καὶ τῶν ἐμῶν νυν.
Κλέων
ἀλλʼ ἐὰν τούτῳ πίθῃ,
 
μολγὸν γενέσθαι δεῖ σε.
Ἀλλαντοπώλης
κἄν γε τουτῳί,
 
ψωλὸν γενέσθαι δεῖ σε μέχρι τοῦ μυρρίνου.
Κλέων
ἀλλʼ οἵ γʼ ἐμοὶ λέγουσιν ὡς ἄρξαι σε δεῖ 965
 
χώρας ἁπάσης ἐστεφανωμένον ῥόδοις.
Ἀλλαντοπώλης
οὑμοὶ δέ γʼ αὖ λέγουσιν ὡς ἁλουργίδα
 
ἔχων κατάπαστον καὶ στεφάνην ἐφʼ ἅρματος
 
χρυσοῦ διώξει Σμικύθην καὶ κύριον.
Χορός
καὶ μὴν ἔνεγκʼ αὐτοὺς ἰών, ἵνʼ οὑτοσὶ 970
 
αὐτῶν ἀκούσῃ.
Δῆμος
πάνυ γε. καὶ σύ νυν φέρε.
Κλέων
ἰδού.
Ἀλλαντοπώλης
ἰδοὺ νὴ τὸν Δίʼ· οὐδὲν κωλύει.
← Önceki Epeisodion 1 · 2 / 2 Sonraki bölüm →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi