Thesauros Edebiyat Komedya Ἱππῆς

Ἱππῆς

Ἱππῆς Aristophanes

Stasimon 1

[Lyric-Scene]
νυνὶ περὶ σπονδῶν; ἐπειδή γʼ ὦ μέλε
Ἀλλαντοπώλης
ᾔσθοντο τὰς ἀφύας παρʼ ἡμῖν ἀξίας.
 
οὐ δεόμεθα σπονδῶν· ὁ πόλεμος ἑρπέτω.
 
ἐκεκράγεσάν τε τοὺς πρυτάνεις ἀφιέναι·
 
εἶθʼ ὑπερεπήδων τοὺς δρυφάκτους πανταχῇ. 675
 
ἐγὼ δὲ τὰ κορίαννʼ ἐπριάμην ὑποδραμὼν
 
ἅπαντα τά τε γήτεἰ ὅσʼ ἦν ἐν τἀγορᾷ·
 
ἔπειτα ταῖς ἀφύαις ἐδίδουν ἡδύσματα
 
ἀποροῦσιν αὐτοῖς προῖκα κἀχαριζόμην.
 
οἱ δʼ ὑπερεπῄνουν ὑπερεπύππαζόν τέ με 680
 
ἅπαντες οὕτως ὥστε τὴν βουλὴν ὅλην
 
ὀβολοῦ κοριάννοις ἀναλαβὼν ἐλήλυθα.
Χορός
πάντα τοι πέπραγας οἷα χρὴ τὸν εὐτυχοῦντα·
 
ηὗρε δʼ ὁ πανοῦργος ἕτερον πολὺ πανουργίαις
 
μείζοσι κεκασμένον 685
 
καὶ δόλοισι ποικίλοις
 
ῥήμασίν θʼ αἱμύλοις.
 
ἀλλʼ ὅπως ἀγωνιεῖ φρόντιζε
 
τἀπίλοιπʼ ἄριστα·
 
συμμάχους δʼ ἡμᾶς ἔχων εὔνους 690
← Önceki Stasimon 1 · 7 / 21 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi