Thesauros Edebiyat Komedya Ἱππῆς

Ἱππῆς

Ἱππῆς Aristophanes

Stasimon 1

[Agon]
κατεργάσει γὰρ ῥᾳδίως πλευρὰς ἔχων τοιαύτας.
Κλέων
οὐκ ὦγαθοὶ ταῦτʼ ἐστί πω ταύτῃ μὰ τὸν Ποσειδῶ.
 
ἐμοὶ γάρ ἐστʼ εἰργασμένον τοιοῦτον ἔργον ὥστε
 
ἁπαξάπαντας τοὺς ἐμοὺς ἐχθροὺς ἐπιστομίζειν, 845
 
ἕως ἂν ᾖ τῶν ἀσπίδων τῶν ἐκ Πύλου τι λοιπόν.
Ἀλλαντοπώλης
ἐπίσχες ἐν ταῖς ἀσπίσιν· λαβὴν γὰρ ἐνδέδωκας.
 
οὐ γάρ σʼ ἐχρῆν, εἴπερ φιλεῖς τὸν δῆμον, ἐκ προνοίας
 
ταύτας ἐᾶν αὐτοῖσι τοῖς πόρπαξιν ἀνατεθῆναι.
 
ἀλλʼ ἐστὶ τοῦτʼ ὦ Δῆμε μηχάνημʼ, ἵνʼ ἢν σὺ βούλῃ 850
 
τὸν ἄνδρα κολάσαι τουτονί, σοὶ τοῦτο μὴ κʼγένηται.
 
ὁρᾷς γὰρ αὐτῷ στῖφος οἷόν ἐστι βυρσοπωλῶν
 
νεανιῶν· τούτους δὲ περιοικοῦσι μελιτοπῶλαι
 
καὶ τυροπῶλαι· τοῦτο δʼ εἰς ἕν ἐστι συγκεκυφός,
 
ὥστʼ εἰ σὺ βριμήσαιο καὶ βλέψειας ὀστρακίνδα, 855
 
νύκτωρ καθαρπάσαντες ἂν τὰς ἀσπίδας θέοντες
 
τὰς ἐσβολὰς τῶν ἀλφίτων ἂν καταλάβοιεν ἡμῶν.
Δῆμος
οἴμοι τάλας· ἔχουσι γὰρ πόρπακας; ὦ πόνηρε
 
ὅσον με παρεκόπτου χρόνον τοιαῦτα κρουσιδημῶν.
Κλέων
ὦ δαιμόνιε μὴ τοῦ λέγοντος ἴσθι, μηδʼ οἰηθῇς 860
 
ἐμοῦ ποθʼ εὑρήσειν φίλον βελτίονʼ· ὅστις εἷς ὢν
← Önceki Stasimon 1 · 16 / 21 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi