Thesauros Edebiyat Komedya Ἀχαρνῆς

Ἀχαρνῆς

Ἀχαρνῆς Aristophanes
Bölümler
Parodos

Parodos

[Parodos 1]
ἐκπέφευγʼ, οἴχεται φροῦδος. οἴμοι τάλας
Χορός
τῶν ἐτῶν τῶν ἐμῶν· 210
 
οὐκ ἂν ἐπʼ ἐμῆς γε νεότητος, ὅτʼ ἐγὼ φέρων ἀνθράκων φορτίον
 
ἠκολούθουν Φαΰλλῳ τρέχων, ὧδε φαύλως ἂν ὁ 215
 
σπονδοφόρος οὗτος ὑπʼ ἐμοῦ τότε διωκόμενος
 
ἐξέφυγεν οὐδʼ ἂν ἐλαφρῶς ἂν ἀπεπλίξατο.
[Parodos]
νῦν δʼ ἐπειδὴ στερρὸν ἤδη τοὐμὸν ἀντικνήμιον,
Χορός
καὶ παλαιῷ Λακρατείδῃ τὸ σκέλος βαρύνεται, 220
 
οἴχεται. διωκτέος δέ· μὴ γὰρ ἐγχάνῃ ποτὲ
 
μηδέ περ γέροντας ὄντας ἐκφυγὼν Ἀχαρνέας.
[Parodos 1]
ὅστις ὦ Ζεῦ πάτερ καὶ θεοὶ τοῖσιν ἐχθροῖσιν ἐσπείσατο, 225
Χορός
οἷσι παρʼ ἐμοῦ πόλεμος ἐχθοδοπὸς αὔξεται τῶν ἐμῶν χωρίων·
 
κοὐκ ἀνήσω πρὶν ἂν σχοῖνος αὐτοῖσιν ἀντεμπαγῶ 230
 
ὀξὺς ὀδυνηρὸς ἐπίκωπος, ἵνα
 
μήποτε πατῶσιν ἔτι τὰς ἐμὰς ἀμπέλους.
[Parodos]
ἀλλὰ δεῖ ζητεῖν τὸν ἄνδρα καὶ βλέπειν βαλληνάδε
Χορός
καὶ διώκειν γῆν πρὸ γῆς, ἕως ἂν εὑρεθῇ ποτέ· 235
 
ὡς ἐγὼ βάλλων ἐκεῖνον οὐκ ἂν ἐμπλῄμην λίθοις.
Δικαιόπολις
εὐφημεῖτε, εὐφημεῖτε.
Χορός
σῖγα πᾶς. ἠκούσατʼ ἄνδρες ἆρα τῆς εὐφημίας;
 
οὗτος αὐτός ἐστιν ὃν ζητοῦμεν. ἀλλὰ δεῦρο πᾶς
 
ἐκποδών· θύσων γὰρ ἁνὴρ ὡς ἔοικʼ ἐξέρχεται. 240
Δικαιόπολις
εὐφημεῖτε, εὐφημεῖτε.
 
προΐτω σʼ τὸ πρόσθεν ὀλίγον ἡ κανηφόρος·
 
ὁ Ξανθίας τὸν φαλλὸν ὀρθὸν στησάτω.
 
κατάθου τὸ κανοῦν ὦ θύγατερ, ἵνʼ ἀπαρξώμεθα.
Θυγάτηρ
ὦ μῆτερ ἀνάδος δεῦρο τὴν ἐτνήρυσιν, 245
 
ἵνʼ ἔτνος καταχέω τοὐλατῆρος τουτουί.
Δικαιόπολις
καὶ μὴν καλόν γʼ ἔστʼ· ὦ Διόνυσε δέσποτα
 
κεχαρισμένως σοι τήνδε τὴν πομπὴν ἐμὲ
 
πέμψαντα καὶ θύσαντα μετὰ τῶν οἰκετῶν
 
ἀγαγεῖν τυχηρῶς τὰ κατʼ ἀγροὺς Διονύσια, 250
 
στρατιᾶς ἀπαλλαχθέντα· τὰς σπονδὰς δέ μοι
 
καλῶς ξυνενεγκεῖν τὰς τριακοντούτιδας.
 
ἄγʼ ὦ θύγατερ ὅπως τὸ κανοῦν καλὴ καλῶς
 
οἴσεις βλέπουσα θυμβροφάγον. ὡς μακάριος
 
ὅστις σʼ ὀπύσει κἀκποιήσεται γαλᾶς 255
 
σοῦ μηδὲν ἥττους βδεῖν, ἐπειδὰν ὄρθρος ᾖ.
 
πρόβαινε, κἀν τὤχλῳ φυλάττεσθαι σφόδρα
 
μή τις λαθών σου περιτράγῃ τὰ χρυσία.
 
ὦ Ξανθία, σφῷν δʼ ἐστὶν ὀρθὸς ἑκτέος
 
ὁ φαλλὸς ἐξόπισθε τῆς κανηφόρου· 260
 
ἐγὼ δʼ ἀκολουθῶν ᾄσομαι τὸ φαλλικόν·
 
σὺ δʼ ὦ γύναι θεῶ μʼ ἀπὸ τοῦ τέγους. πρόβα.
[Lyric-Scene]
Φαλῆς ἑταῖρε Βακχίου
Δικαιόπολις
ξύγκωμε νυκτοπεριπλάνητε
 
μοιχὲ παιδεραστά, 265
 
ἕκτῳ σʼ ἔτει προσεῖπον ἐς
 
τὸν δῆμον ἐλθὼν ἄσμενος,
 
σπονδὰς ποιησάμενος ἐμαυτῷ,
 
πραγμάτων τε καὶ μαχῶν
 
καὶ Λαμάχων ἀπαλλαγείς. 270
 
πολλῷ γάρ ἐσθʼ ἥδιον, ὦ Φαλῆς Φαλῆς,
 
κλέπτουσαν εὑρόνθʼ ὡρικὴν ὑληφόρον
 
τὴν Στρυμοδώρου Θρᾷτταν ἐκ τοῦ Φελλέως
 
μέσην λαβόντʼ ἄραντα καταβαλόντα
 
καταγιγαρτίσʼ ὦ 275
 
Φαλῆς Φαλῆς.
 
ἐὰν μεθʼ ἡμῶν ξυμπίῃς, ἐκ κραιπάλης
 
ἕωθεν εἰρήνης ῥοφήσει τρύβλιον·
 
ἡ δʼ ἀσπὶς ἐν τῷ φεψάλῳ κρεμήσεται.
[Parodos]
οὗτος αὐτός ἐστιν, οὗτος. 280
Χορός
βάλλε βάλλε βάλλε βάλλε,
 
παῖε παῖε τὸν μιαρόν.
 
οὐ βαλεῖς; οὐ βαλεῖς;
[Parodos 1]
Ἡράκλεις τουτὶ τί ἐστι; τὴν χύτραν συντρίψετε.
Χορός
σὲ μὲν οὖν καταλεύσομεν ὦ μιαρὰ κεφαλή. 285
Δικαιόπολις
ἀντὶ ποίας αἰτίας ὦχαρνέων γεραίτατοι;
Χορός
τοῦτʼ ἐρωτᾷς; ἀναίσχυντος εἶ καὶ βδελυρὸς
 
ὦ προδότα τῆς πατρίδος, ὅστις ἡμῶν μόνος 290
 
σπεισάμενος εἶτα δύνασαι πρὸς ἔμʼ ἀποβλέπειν.
Δικαιόπολις
ἀντὶ δʼ ὧν ἐσπεισάμην οὐκ ἴστε. μἀλλαʼ ἀκούσατε.
Χορός
σοῦ γʼ ἀκούσωμεν; ἀπολεῖ· κατά σε χώσομεν τοῖς λίθοις. 295
Δικαιόπολις
μηδαμῶς πρὶν ἄν γʼ ἀκούσητʼ· ἀλλʼ ἀνάσχεσθʼ ὦγαθοί.
Χορός
οὐκ ἀνασχήσομαι· μηδὲ λέγε μοι σὺ λόγον·
 
ὡς μεμίσηκά σε Κλέωνος ἔτι μᾶλλον, ὃν ἐγὼ 300
 
κατατεμῶ ποθʼ ἱππεῦσι καττύματα.
[Parodos]
σοῦ δʼ ἐγὼ λόγους λέγοντος οὐκ ἀκούσομαι μακρούς,
Χορός
ὅστις ἐσπείσω Λάκωσιν, ἀλλὰ τιμωρήσομαι.
Δικαιόπολις
ὦγαθοὶ τοὺς μὲν Λάκωνας ἐκποδὼν ἐάσατε, 305
 
τῶν δʼ ἐμῶν σπονδῶν ἀκούσατʼ, εἰ καλῶς ἐσπεισάμην.
Χορός
πῶς δέ γʼ ἂν καλῶς λέγοις ἄν, εἴπερ ἐσπείσω γʼ ἅπαξ
 
οἷσιν οὔτε βωμὸς οὔτε πίστις οὔθʼ ὅρκος μένει;
Δικαιόπολις
οἶδʼ ἐγὼ καὶ τοὺς Λάκωνας, οἷς ἄγαν ἐγκείμεθα,
 
οὐχ ἁπάντων ὄντας ἡμῖν αἰτίους τῶν πραγμάτων. 310
Χορός
οὐχ ἁπάντων ὦ πανοῦργε; ταῦτα δὴ τολμᾷς λέγειν
 
ἐμφανῶς ἤδη πρὸς ἡμᾶς; εἶτʼ ἐγώ σου φείσομαι;
Δικαιόπολις
οὐχ ἁπάντων, οὐχ ἁπάντων· ἀλλʼ ἐγὼ λέγων ὁδὶ
 
πόλλʼ ἂν ἀποφήναιμʼ ἐκείνους ἔσθʼ ἃ κἀδικουμένους.
Χορός
τοῦτο τοὔπος δεινὸν ἤδη καὶ ταραξικάρδιον, 315
 
εἰ σὺ τολμήσεις ὑπὲρ τῶν πολεμίων ἡμῖν λέγειν.
Δικαιόπολις
κἄν γε μὴ λέγω δίκαια μηδὲ τῷ πλήθει δοκῶ,
 
ὑπὲρ ἐπιξήνου ʼθελήσω τὴν κεφαλὴν ἔχων λέγειν.
Χορός
εἰπέ μοι τί φειδόμεσθα τῶν λίθων ὦ δημόται
 
μὴ οὐ καταξαίνειν τὸν ἄνδρα τοῦτον ἐς φοινικίδα; 320
Δικαιόπολις
οἷον αὖ μέλας τις ὑμῖν θυμάλωψ ἐπέζεσεν.
 
οὐκ ἀκούσεσθʼ; οὐκ ἀκούσεσθʼ ἐτεὸν ὦχαρνηίδαι;
Χορός
οὐκ ἀκουσόμεσθα δῆτα.
Δικαιόπολις
δεινά τἄρα πείσομαι.
Χορός
ἐξολοίμην, ἢν ἀκούσω.
Δικαιόπολις
μηδαμῶς ὦχαρνικοί.
Χορός
ὡς τεθνήξων ἴσθι νυνί. 325
Δικαιόπολις
δήξομἄρʼ ὑμᾶς ἐγώ. 325
 
ἀνταποκτενῶ γὰρ ὑμῶν τῶν φίλων τοὺς φιλτάτους·
 
ὡς ἔχω γʼ ὑμῶν ὁμήρους, οὓς ἀποσφάξω λαβών.
Χορός
εἰπέ μοι, τί τοῦτʼ ἀπειλεῖ τοὔπος ἄνδρες δημόται
 
τοῖς Ἀχαρνικοῖσιν ἡμῖν; μῶν ἔχει του παιδίον
 
τῶν παρόντων ἔνδον εἵρξας; ἢ ʼπὶ τῷ θρασύνεται; 330
Δικαιόπολις
βάλλετʼ εἰ βούλεσθʼ. ἐγὼ γὰρ τουτονὶ διαφθερῶ.
 
εἴσομαι δʼ ὑμῶν τάχʼ ὅστις ἀνθράκων τι κήδεται.
Χορός
ὡς ἀπωλόμεσθʼ. ὁ λάρκος δημότης ὅδʼ ἔστʼ ἐμός.
 
ἀλλὰ μὴ δράσῃς ὃ μέλλεις· μηδαμῶς ὦ μηδαμῶς.
[Parodos 1]
ὡς ἀποκτενῶ, κέκραχθʼ· ἐγὼ γὰρ οὐκ ἀκούσομαι. 335
Χορός
ἀπολεῖς ἄρʼ ὁμήλικα τόνδε φιλανθρακέα;
Δικαιόπολις
οὐδʼ ἐμοῦ λέγοντος ὑμεῖς ἀρτίως ἠκούσατε.
Χορός
ἀλλὰ γὰρ νῦν λέγʼ, εἴ σοι δοκεῖ, τόν τε Λακεδαιμόνιον
 
† αὐτὸν ὅτι τῷ † τρόπῳ σοὐστὶ φίλος·
 
ὡς τόδε τὸ λαρκίδιον οὐ προδώσω ποτέ. 340
Δικαιόπολις
τοὺς λίθους νύν μοι χαμᾶζε πρῶτον ἐξεράσατε.
Χορός
οὑτοιί σοι χαμαί, καὶ σὺ κατάθου πάλιν τὸ ξίφος.
Δικαιόπολις
ἀλλʼ ὅπως μὴ νʼ τοῖς τρίβωσιν ἐγκάθηνταί που λίθοι.
Χορός
ἐκσέσεισται χαμᾶζʼ· οὐχ ὁρᾷς σειόμενον;
 
ἀλλὰ μή μοι πρόφασιν, ἀλλὰ κατάθου τὸ βέλος. 345
 
ὡς ὅδε γε σειστὸς ἅμα τῇ στροφῇ γίγνεται.
Δικαιόπολις
ἐμέλλετʼ ἄρα πάντως ἀνήσειν τῆς βοῆς,
 
ὀλίγου τʼ ἀπέθανον ἄνθρακες Παρνήθιοι,
 
καὶ ταῦτα διὰ τὴν ἀτοπίαν τῶν δημοτῶν.
 
ὑπὸ τοῦ δέους δὲ τῆς μαρίλης μοι συχνὴν 350
 
ὁ λάρκος ἐνετίλησεν ὥσπερ σηπία.
 
δεινὸν γὰρ οὕτως ὀμφακίαν πεφυκέναι
 
τὸν θυμὸν ἀνδρῶν ὥστε βάλλειν καὶ βοᾶν
 
ἐθέλειν τʼ ἀκοῦσαι μηδὲν ἴσον ἴσῳ φέρον,
 
ἐμοῦ ʼθέλοντος ὑπὲρ ἐπιξήνου λέγειν 355
 
ὑπὲρ Λακεδαιμονίων ἅπανθʼ ὅσʼ ἂν λέγω·
 
καίτοι φιλῶ γε τὴν ἐμὴν ψυχὴν ἐγώ.
[Lyric-Scene 1]
τί οὖν οὐ λέγεις, ἐπίξηνον ἐξενεγκὼν θύραζʼ,
Χορός
ὅ τι ποτʼ ὦ σχέτλιε τὸ μέγα τοῦτʼ ἔχεις; 360
 
πάνυ γὰρ ἔμεγε πόθος ὅ τι φρονεῖς ἔχει.
 
ἀλλʼ ᾗπερ αὐτὸς τὴν δίκην διωρίσω,
 
θεὶς δεῦρο τοὐπίξηνον ἐγχείρει λέγειν. 365
[Lyric-Scene]
ἰδοὺ θεᾶσθε, τὸ μὲν ἐπίξηνον τοδί,
Δικαιόπολις
ὁ δʼ ἀνὴρ ὁ λέξων οὑτοσὶ τυννουτοσί.
 
ἀμέλει μὰ τὸν Δίʼ οὐκ ἐνασπιδώσομαι,
 
λέξω δʼ ὑπὲρ Λακεδαιμονίων ἅ μοι δοκεῖ.
 
καίτοι δέδοικα πολλά· τούς τε γὰρ τρόπους 370
 
τοὺς τῶν ἀγροίκων οἶδα χαίροντας σφόδρα,
 
ἐάν τις αὐτοὺς εὐλογῇ καὶ τὴν πόλιν
 
ἀνὴρ ἀλαζὼν καὶ δίκαια κἄδικα·
 
κἀνταῦθα λανθάνουσʼ ἀπεμπολώμενοι·
 
τῶν τʼ αὖ γερόντων οἶδα τὰς ψυχὰς ὅτι 375
 
οὐδὲν βλέπουσιν ἄλλο πλὴν ψηφηδακεῖν.
 
αὐτός τʼ ἐμαυτὸν ὑπὸ Κλέωνος ἅπαθον
 
ἐπίσταμαι διὰ τὴν πέρυσι κωμῳδίαν.
 
εἰσελκύσας γάρ μʼ ἐς τὸ βουλευτήριον
 
διέβαλλε καὶ ψευδῆ κατεγλώττιζέ μου 380
 
κἀκυκλοβόρει κἄπλυνεν, ὥστʼ ὀλίγου πάνυ
 
ἀπωλόμην μολυνοπραγμονούμενος.
 
νῦν οὖν με πρῶτον πρὶν λέγειν ἐάσατε
 
ἐνσκευάσασθαί μʼ οἷον ἀθλιώτατον.
[Lyric-Scene 1]
τί ταῦτα στρέφει τεχνάζεις τε καὶ πορίζεις τριβάς; 385
Χορός
λαβὲ δʼ ἐμοῦ γʼ ἓνεκα παρʼ Ἱερωνύμου
 
σκοτοδασυπυκνότριχά τινʼ Ἄιδος κυνῆν· 390
 
ἀλλʼ ἐξάνοιγε μηχανὰς τὰς Σισύφου,
 
ὡς σκῆψιν ἁγὼν οὗτος οὐκ ἐσδέξεται.
[Lyric-Scene]
ὥρα ʼστὶν ἤδη καρτερὰν ψυχὴν λαβεῖν,
Δικαιόπολις
καί μοι βαδιστέʼ ἐστὶν ὡς Εὐριπίδην.
 
παῖ παῖ. 395
Κηφισόφων
τίς οὗτος, 395
Δικαιόπολις
ἔνδον ἔστʼ Εὐριπίδης; 395
Κηφισόφων
οὐκ ἔνδον ἔνδον ἐστίν, εἰ γνώμην ἔχεις.
Δικαιόπολις
πῶς ἔνδον εἶτʼ οὐκ ἔνδον;
Κηφισόφων
ὀρθῶς ὦ γέρον.
 
ὁ νοῦς μὲν ἔξω ξυλλέγων ἐπύλλια
 
οὐκ ἔνδον, αὐτὸς δʼ ἔνδον ἀναβάδην ποιεῖ
 
τραγῳδίαν. 400
Δικαιόπολις
ὦ τρισμακάριʼ Εὐριπίδη, 400
 
ὅθʼ ὁ δοῦλος οὑτωσὶ σαφῶς ἀπεκρίνατο.
 
ἐκκάλεσον αὐτόν.
Κηφισόφων
ἀλλʼ ἀδύνατον.
Δικαιόπολις
ἀλλʼ ὅμως·
 
οὐ γὰρ ἂν ἀπέλθοιμʼ, ἀλλὰ κόψω τὴν θύραν.
 
Εὐριπίδη, Εὐριπίδιον,
 
ὑπάκουσον, εἴπερ τώποτʼ ἀνθρώπων τινί· 405
 
Δικαιόπολις καλεῖ σε Χολλῄδης, ἐγώ.
Εὐριπίδης
ἀλλʼ οὐ σχολή.
Δικαιόπολις
ἀλλʼ ἐκκυκλήθητʼ.
Εὐριπίδης
ἀλλʼ ἀδύνατον.
Δικαιόπολις
ἀλλʼ ὅμως.
Εὐριπίδης
ἀλλʼ ἐκκυκλήσομαι· καταβαίνειν δʼ οὐ σχολή.
Δικαιόπολις
Εὐριπίδη, 410
Εὐριπίδης
τί λέλακας; 410
Δικαιόπολις
ἀναβάδην ποιεῖς, 410
 
ἐξὸν καταβάδην; οὐκ ἐτὸς χωλοὺς ποιεῖς.
 
ἀτὰρ τί τὰ ῥάκιʼ ἐκ τραγῳδίας ἔχεις,
 
ἐσθῆτʼ ἐλεινήν; οὐκ ἐτὸς πτωχοὺς ποιεῖς.
 
ἀλλʼ ἀντιβολῶ πρὸς τῶν γονάτων σʼ Εὐριπίδη,
 
δός μοι ῥάκιόν τι τοῦ παλαιοῦ δράματος. 415
 
δεῖ γάρ με λέξαι τῷ χορῷ ῥῆσιν μακράν·
 
αὕτη δὲ θάνατον, ἢν κακῶς λέξω, φέρει.
Εὐριπίδης
τὰ ποῖα τρύχη; μῶν ἐν οἷς Οἰνεὺς ὁδὶ
 
ὁ δύσποτμος γεραιὸς ἠγωνίζετο;
Δικαιόπολις
οὐκ Οἰνέως ἦν, ἀλλʼ ἔτʼ ἀθλιωτέρου. 420
Εὐριπίδης
τὰ τοῦ τυφλοῦ Φοίνικος;
Δικαιόπολις
οὐ Φοίνικος, οὔ·
 
ἀλλʼ ἕτερος ἦν Φοίνικος ἀθλιώτερος.
Εὐριπίδης
ποίας ποθʼ ἁνὴρ λακίδας αἰτεῖται πέπλων;
 
ἀλλʼ ἦ Φιλοκτήτου τὰ τοῦ πτωχοῦ λέγεις;
Δικαιόπολις
οὐκ ἀλλὰ τούτου πολὺ πολὺ πτωχιστέρου. 425
Εὐριπίδης
ἀλλʼ ἦ τὰ δυσπινῆ ʼθέλεις πεπλώματα,
 
ἃ Βελλεροφόντης εἶχʼ ὁ χωλὸς οὑτοσί;
Δικαιόπολις
οὐ Βελλεροφόντης· ἀλλὰ κἀκεῖνος μὲν ἦν
 
χωλὸς προσαιτῶν στωμύλος δεινὸς λέγειν.
Εὐριπίδης
οἶδʼ ἄνδρα Μυσὸν Τήλεφον. 430
Δικαιόπολις
ναὶ Τήλεφον· 430
 
τούτου δὸς ἀντιβολῶ σέ μοι τὰ σπάργανα.
Εὐριπίδης
ὦ παῖ δὸς αὐτῷ Τηλέφου ῥακώματα.
 
κεῖται δʼ ἄνωθεν τῶν Θυεστείων ῥακῶν
 
μεταξὺ τῶν Ἰνοῦς.
Κηφισόφων
ἰδοὺ ταυτὶ λαβέ.
Δικαιόπολις
ὦ Ζεῦ διόπτα καὶ κατόπτα πανταχῇ, 435
 
ἐνσκευάσασθαί μʼ οἷον ἀθλιώτατον.
 
Εὐριπίδη, ʼπειδήπερ ἐχαρίσω ταδί,
 
κἀκεῖνά μοι δὸς τἀκόλουθα τῶν ῥακῶν,
 
τὸ πιλίδιον περὶ τὴν κεφαλὴν τὸ Μύσιον.
 
δεῖ γάρ με δόξαι πτωχὸν εἶναι τήμερον, 440
 
εἶναι μὲν ὅσπερ εἰμί, φαίνεσθαι δὲ μή·
 
τοὺς μὲν θεατὰς εἰδέναι μʼ ὃς εἴμʼ ἐγώ,
 
τοὺς δʼ αὖ χορευτὰς ἠλιθίους παρεστάναι,
 
ὅπως ἂν αὐτοὺς ῥηματίοις σκιμαλίσω.
Εὐριπίδης
δώσω· πυκνῇ γὰρ λεπτὰ μηχανᾷ φρενί. 445
Δικαιόπολις
εὐδαιμονοίης, Τηλέφῳ δʼ ἁγὼ φρονῶ.
 
εὖ γʼ οἷον ἤδη ῥηματίων ἐμπίμπλαμαι.
 
ἀτὰρ δέομαί γε πτωχικοῦ βακτηρίου.
Εὐριπίδης
τουτὶ λαβὼν ἄπελθε λαΐνων σταθμῶν.
Δικαιόπολις
ὦ θύμʼ, ὁρᾷς γὰρ ὡς ἀπωθοῦμαι δόμων, 450
 
πολλῶν δεόμενος σκευαρίων· νῦν δὴ γενοῦ
 
γλίσχρος προσαιτῶν λιπαρῶν τʼ. Εὐριπίδη
 
δός μοι σπυρίδιον διακεκαυμένον λύχνῳ.
Εὐριπίδης
τί δʼ ὦ τάλας σε τοῦδʼ ἔχει πλέκους χρέος;
Δικαιόπολις
χρέος μὲν οὐδέν, βούλομαι δʼ ὅμως λαβεῖν. 455
Εὐριπίδης
λυπηρὸς ἴσθʼ ὢν κἀποχώρησον δόμων.
Δικαιόπολις
φεῦ·
 
εὐδαιμονοίης, ὥσπερ ἡ μήτηρ ποτέ.
Εὐριπίδης
ἄπελθε νῦν μοι.
Δικαιόπολις
μἀλλά μοι δὸς ἓν μόνον
 
κοτυλίσκιον τὸ χεῖλος ἀποκεκρουσμένον.
Εὐριπίδης
φθείρου λαβὼν τόδʼ· ἴσθʼ ὀχληρὸς ὢν δόμοις. 460
Δικαιόπολις
οὔπω μὰ Δίʼ· οἶσθʼ οἷʼ αὐτὸς ἐργάζει κακά.
 
ἀλλʼ ὦ γλυκύτατʼ Εὐριπίδη τουτὶ μόνον
 
δός μοι χυτρίδιον σφογγίῳ βεβυσμένον.
Εὐριπίδης
ὦνθρωπʼ ἀφαιρήσει με τὴν τραγῳδίαν·
 
ἄπελθε ταυτηνὶ λαβών. 465
Δικαιόπολις
ἀπέρχομαι. 465
 
καίτοι τί δράσω; δεῖ γὰρ ἑνὸς οὗ μὴ τυχὼν
 
ἀπόλωλʼ. ἄκουσον ὦ γλυκύτατʼ Εὐριπίδη·
 
τουτὶ λαβὼν ἄπειμι κοὐ πρόσειμʼ ἔτι·
 
ἐς τὸ σπυρίδιον ἰσχνά μοι φυλλεῖα δός.
Εὐριπίδης
ἀπολεῖς μʼ. ἰδού σοι. φροῦδά μοι τὰ δράματα. 470
Δικαιόπολις
ἀλλʼ οὐκέτʼ, ἀλλʼ ἄπειμι. καὶ γάρ εἰμʼ ἄγαν
 
ὀχληρός, οὐ δοκῶν με κοιράνους στυγεῖν.
 
οἴμοι κακοδαίμων, ὡς ἀπόλωλʼ. ἐπελαθόμην
 
ἐν ᾧπέρ ἐστι πάντα μοι τὰ πράγματα.
 
Εὐριπίδιον ὦ φιλτάτιον καὶ γλυκύτατον, 475
 
κάκιστʼ ἀπολοίμην, εἴ τί σʼ αἰτήσαιμʼ ἔτι,
 
πλὴν ἓν μόνον, τουτὶ μόνον τουτὶ μόνον,
 
σκάνδικά μοι δὸς μητρόθεν δεδεγμένος.
Εὐριπίδης
ἁνὴρ ὑβρίζει· κλῇε πηκτὰ δωμάτων.
Δικαιόπολις
ὦ θύμʼ ἄνευ σκάνδικος ἐμπορευτέα. 480
 
ἆρʼ οἶσθʼ ὅσον τὸν ἀγῶνʼ ἀγωνιεῖ τάχα,
 
μέλλων ὑπὲρ Λακεδαιμονίων ἀνδρῶν λέγειν;
 
πρόβαινέ νυν ὦ θυμέ· γραμμὴ δʼ αὑτηί.
 
ἕστηκας; οὐκ εἶ καταπιὼν Εὐριπίδην;
 
ἐπῄνεσʼ· ἄγε νυν ὦ τάλαινα καρδία 485
 
ἄπελθʼ ἐκεῖσε, κᾆτα τὴν κεφαλὴν ἐκεῖ
 
παράσχες εἰποῦσʼ ἅττʼ ἂν αὐτῇ σοι δοκῇ.
 
τόλμησον ἴθι χώρησον, ἄγαμαι καρδίας.
[Lyric-Scene 1]
τί δράσεις; τί φήσεις; εὖ ἴσθι νυν 490
Χορός
ἀναίσχυντος ὢν σιδηροῦς τʼ ἀνήρ,
 
ὅστις παρασχὼν τῇ πόλει τὸν αὐχένα
 
ἅπασι μέλλεις εἷς λέγειν τἀναντία.
 
ἁνὴρ οὐ τρέμει τὸ πρᾶγμʼ. εἶά νυν,
 
ἐπειδήπερ αὐτὸς αἱρεῖ, λέγε. 495
[Lyric-Scene]
μή μοι φθονήσητʼ ἄνδρες οἱ θεώμενοι,
Δικαιόπολις
εἰ πτωχὸς ὢν ἔπειτʼ ἐν Ἀθηναίοις λέγειν
 
μέλλω περὶ τῆς πόλεως, τρυγῳδίαν ποιῶν.
 
τὸ γὰρ δίκαιον οἶδε καὶ τρυγῳδία. 500
 
ἐγὼ δὲ λέξω δεινὰ μὲν δίκαια δέ.
 
οὐ γάρ με νῦν γε διαβαλεῖ Κλέων ὅτι
 
ξένων παρόντων τὴν πόλιν κακῶς λέγω.
 
αὐτοὶ γάρ ἐσμεν οὑπὶ Ληναίῳ τʼ ἀγών,
 
κοὔπω ξένοι πάρεισιν· οὔτε γὰρ φόροι 505
 
ἥκουσιν οὔτʼ ἐκ τῶν πόλεων οἱ ξύμμαχοι·
 
ἀλλʼ ἐσμὲν αὐτοὶ νῦν γε περιεπτισμένοι·
 
τοὺς γὰρ μετοίκους ἄχυρα τῶν ἀστῶν λέγω.
 
ἐγὼ δὲ μισῶ μὲν Λακεδαιμονίους σφόδρα,
 
καὐτοῖς ὁ Ποσειδῶν οὑπὶ Ταινάρῳ θεὸς 510
 
σείσας ἅπασιν ἐμβάλοι τὰς οἰκίας·
 
κἀμοὶ γάρ ἐστʼ ἀμπέλια διακεκομμένα.
 
ἀτὰρ φίλοι γὰρ οἱ παρόντες ἐν λόγῳ,
 
τί ταῦτα τοὺς Λάκωνας αἰτιώμεθα;
 
ἡμῶν γὰρ ἄνδρες, κοὐχὶ τὴν πόλιν λέγω, 515
 
μέμνησθε τοῦθʼ ὅτι οὐχὶ τὴν πόλιν λέγω,
 
ἀλλʼ ἀνδράρια μοχθηρά, παρακεκομμένα,
 
ἄτιμα καὶ παράσημα καὶ παράξενα,
 
ἐσυκοφάντει Μεγαρέων τὰ χλανίσκια·
 
κεἴ που σίκυον ἴδοιεν ἢ λαγῴδιον 520
 
ἢ χοιρίδιον ἢ σκόροδον ἢ χόνδρους ἅλας,
 
ταῦτʼ ἦν Μεγαρικὰ κἀπέπρατʼ αὐθημερόν.
 
καὶ ταῦτα μὲν δὴ σμικρὰ κἀπιχώρια,
 
πόρνην δὲ Σιμαίθαν ἰόντες Μεγαράδε
 
νεανίαι κλέπτουσι μεθυσοκότταβοι· 525
 
κᾆθʼ οἱ Μεγαρῆς ὀδύναις πεφυσιγγωμένοι
 
ἀντεξέκλεψαν Ἀσπασίας πόρνα δύο·
 
κἀντεῦθεν ἀρχὴ τοῦ πολέμου κατερράγη
 
Ἕλλησι πᾶσιν ἐκ τριῶν λαικαστριῶν.
 
ἐντεῦθεν ὀργῇ Περικλέης οὑλύμπιος 530
 
ἤστραπτʼ ἐβρόντα ξυνεκύκα τὴν Ἑλλάδα,
 
ἐτίθει νόμους ὥσπερ σκόλια γεγραμμένους,
 
ὡς χρὴ Μεγαρέας μήτε γῇ μήτʼ ἐν ἀγορᾷ
 
μήτʼ ἐν θαλάττῃ μήτʼ ἐν οὐρανῷ μένειν.
 
ἐντεῦθεν οἱ Μεγαρῆς, ὅτε δὴ ʼπείνων βάδην, 535
 
Λακεδαιμονίων ἐδέοντο τὸ ψήφισμʼ ὅπως
 
μεταστραφείη τὸ διὰ τὰς λαικαστρίας·
 
κοὐκ ἠθέλομεν ἡμεῖς δεομένων πολλάκις.
 
κἀντεῦθεν ἤδη πάταγος ἦν τῶν ἀσπίδων.
 
ἐρεῖ τις, οὐ χρῆν· ἀλλὰ τί ἐχρῆν, εἴπατε. 540
 
φέρʼ εἰ Λακεδαιμονίων τις ἐκπλεύσας σκάφει
 
ἀπέδοτο φήνας κυνίδιον Σεριφίων,
 
καθῆσθʼ ἂν ἐν δόμοισιν; ἦ πολλοῦ γε δεῖ·
 
καὶ κάρτα μέντἂν εὐθέως καθείλκετε
 
τριακοσίας ναῦς, ἦν δʼ ἂν ἡ πόλις πλέα 545
 
θορύβου στρατιωτῶν, περὶ τριηράρχου βοῆς,
 
μισθοῦ διδομένου, παλλαδίων χρυσουμένων,
 
στοᾶς στεναχούσης, σιτίων μετρουμένων,
 
ἀσκῶν, τροπωτήρων, κάδους ὠνουμένων,
 
σκορόδων, ἐλαῶν, κρομμύων ἐν δικτύοις, 550
 
στεφάνων, τριχίδων, αὐλητρίδων, ὑπωπίων·
 
τὸ νεώριον δʼ αὖ κωπέων πλατουμένων,
 
τύλων ψοφούντων, θαλαμιῶν τροπουμένων,
 
αὐλῶν, κελευστῶν, νιγλάρων, συριγμάτων.
 
ταῦτʼ οἶδʼ ὅτι ἂν ἐδρᾶτε· τὸν δὲ Τήλεφον 555
 
οὐκ οἰόμεσθα; νοῦς ἄρʼ ἡμῖν οὐκ ἔνι.
Ἡμιχόριον Α
ἄληθες ὦπίτριπτε καί μιαρώτατε;
 
ταυτὶ σὺ τολμᾷς πτωχὸς ὢν ἡμᾶς λέγειν,
 
καὶ συκοφάντης εἴ τις ἦν ὠνείδισας;
Ἡμιχόριον Β
νὴ τὸν Ποσειδῶ καὶ λέγει γʼ ἅπερ λέγει 560
 
δίκαια πάντα κοὐδὲν αὐτῶν ψεύδεται.
Ἡμιχόριον Α
εἶτʼ εἰ δίκαια, τοῦτον εἰπεῖν αὔτʼ ἐχρῆν;
 
ἀλλʼ οὔτι χαίρων ταῦτα τολμήσει λέγειν.
Ἡμιχόριον Β
οὗτος σὺ ποῖ θεῖς; οὐ μενεῖς; ὡς εἰ θενεῖς
 
τὸν ἄνδρα τοῦτον, αὐτὸς ἀρθήσει τάχα. 565
[Lyric-Scene 2]
ἰὼ Λάμαχʼ ὦ βλέπων ἀστραπάς,
Ἡμιχόριον Α
βοήθησον ὦ γοργολόφα φανείς,
 
ἰὼ Λάμαχʼ ὦ φίλʼ ὦ φυλέτα·
 
εἴτε τις ἔστι ταξίαρχος ἢ στρατηγὸς ἢ
 
τειχομάχας ἀνήρ, βοηθησάτω 570
 
τις ἀνύσας. ἐγὼ γὰρ ἔχομαι μέσος.
Λάμαχος
πόθεν βοῆς ἤκουσα πολεμιστηρίας;
 
ποῖ χρὴ βοηθεῖν; ποῖ κυδοιμὸν ἐμβαλεῖν;
 
τίς Γοργόνʼ ἐξήγειρεν ἐκ τοῦ σάγματος;
Δικαιόπολις
ὦ Λάμαχʼ ἥρως, τῶν λόφων καὶ τῶν λόχων. 575
Ἡμιχόριον Α
ὦ Λάμαχʼ, οὐ γὰρ οὗτος ἅνθρωπος πάλαι 575
 
ἅπασαν ἡμῶν τὴν πόλιν κακορροθεῖ;
Λάμαχος
οὗτος σὺ τολμᾷς πτωχὸς ὢν λέγειν τάδε;
Δικαιόπολις
ὦ Λάμαχʼ ἥρως, ἀλλὰ συγγνώμην ἔχε,
 
εἰ πτωχὸς ὢν εἶπόν τι κἀστωμυλάμην.
Λάμαχος
τί δʼ εἶπας ἡμᾶς; οὐκ ἐρεῖς; 580
Δικαιόπολις
οὐκ οἶδά πω· 580
 
ὑπὸ τοῦ δέους γὰρ τῶν ὅπλων εἰλιγγιῶ.
 
ἀλλʼ ἀντιβολῶ σʼ ἀπένεγκέ μου τὴν μορμόνα.
Λάμαχος
ἰδού.
Δικαιόπολις
παράθες νυν ὑπτίαν αὐτὴν ἐμοί.
Λάμαχος
κεῖται.
Δικαιόπολις
φέρε νυν ἀπὸ τοῦ κράνους μοι τὸ πτερόν.
Λάμαχος
τουτὶ πτίλον σοι. 585
Δικαιόπολις
τῆς κεφαλῆς νύν μου λαβοῦ, 585
 
ἵνʼ ἐξεμέσω· βδελύττομαι γὰρ τοὺς λόφους.
Λάμαχος
οὗτος τί δράσεις; τῷ πτίλῳ μέλλεις ἐμεῖν;
 
πτίλον γάρ ἐστιν—
Δικαιόπολις
εἰπέ μοι τίνος ποτὲ
 
ὄρνιθός ἐστιν; ἆρα κομπολακύθου;
Λάμαχος
οἴμʼ ὡς τεθνήξεις. 590
Δικαιόπολις
μηδαμῶς ὦ Λάμαχε· 590
 
οὐ γὰρ κατʼ ἰσχύν ἐστιν· εἰ δʼ ἰσχυρὸς εἶ,
 
τί μʼ οὐκ ἀπεψώλησας; εὔοπλος γὰρ εἶ.
Λάμαχος
ταυτὶ λέγεις σὺ τὸν στρατηγὸν πτωχὸς ὤν;
Δικαιόπολις
ἐγὼ γάρ εἰμι πτωχός;
Λάμαχος
ἀλλὰ τίς γὰρ εἶ;
Δικαιόπολις
ὅστις; πολίτης χρηστός, οὐ σπουδαρχίδης, 595
 
ἀλλʼ ἐξ ὅτου περ ὁ πόλεμος, στρατωνίδης,
 
σὺ δʼ ἐξ ὅτου περ ὁ πόλεμος, μισθαρχίδης.
Λάμαχος
ἐχειροτόνησαν γάρ με —
Δικαιόπολις
κόκκυγές γε τρεῖς.
 
ταῦτʼ οὖν ἐγὼ βδελυττόμενος ἐσπεισάμην,
 
ὁρῶν πολιοὺς μὲν ἄνδρας ἐν ταῖς τάξεσιν, 600
 
νεανίας δʼ οἵους σὺ διαδεδρακότας,
 
τοὺς μὲν ἐπὶ Θρᾴκης μισθοφοροῦντας τρεῖς δραχμάς,
 
Τεισαμενοφαινίππους Πανουργιππαρχίδας,
 
ἑτέρους δὲ παρὰ Χάρητι τοὺς δʼ ἐν Χάοσιν,
 
Γερητοθεοδώρους Διομειαλαζόνας, 605
 
τοὺς δʼ ἐν Καμαρίνῃ κἀν Γέλα κἀν Καταγέλᾳ.
Λάμαχος
ἐχειροτονήθησαν γάρ.
Δικαιόπολις
αἴτιον δὲ τί
 
ὑμᾶς μὲν ἀεὶ μισθοφορεῖν ἁμῃγέπῃ,
 
τωνδὶ δὲ μηδένʼ; ἐτεὸν ὦ Μαριλάδη
 
ἤδη πεπρέσβευκας σὺ πολιὸς ὢν † ἓν ἢ; † 610
 
ἀνένευσε· καίτοι γʼ ἐστὶ σώφρων κἀργάτης.
 
τί δαὶ Δράκυλλος ἢ Εὐφορίδης ἢ Πρινίδης;
 
εἶδέν τις ὑμῶν τἀκβάτανʼ ἢ τοὺς Χάονας;
 
οὔ φασιν. ἀλλʼ ὁ Κοισύρας καὶ Λάμαχος,
 
οἷς ὑπʼ ἐράνου τε καὶ χρεῶν πρώην ποτέ, 615
 
ὥσπερ ἀπόνιπτρον ἐκχέοντες ἑσπέρας,
 
ἅπαντες ἐξίστω παρῄνουν οἱ φίλοι.
Λάμαχος
ὦ δημοκρατία ταῦτα δῆτʼ ἀνασχετά;
Δικαιόπολις
οὐ δῆτʼ ἐὰν μὴ μισθοφορῇ γε Λάμαχος.
Λάμαχος
ἀλλʼ οὖν ἐγὼ μὲν πᾶσι Πελοποννησίοις 620
 
ἀεὶ πολεμήσω καὶ ταράξω πανταχῇ
 
καὶ ναυσὶ καὶ πεζοῖσι κατὰ τὸ καρτερόν.
Δικαιόπολις
ἐγὼ δὲ κηρύττω γε Πελοποννησίοις
 
ἅπασι καὶ Μεγαρεῦσι καὶ Βοιωτίοις
 
πωλεῖν ἀγοράζειν πρὸς ἐμέ, Λαμάχῳ δὲ μή. 625
[Parabasis]
ἁνὴρ νικᾷ τοῖσι λόγοισιν, καὶ τὸν δῆμον μεταπείθει
Χορός
περὶ τῶν σπονδῶν. ἀλλʼ ἀποδύντες τοῖς ἀναπαίστοις ἐπίωμεν.
 
ἐξ οὗ γε χοροῖσιν ἐφέστηκεν τρυγικοῖς ὁ διδάσκαλος ἡμῶν,
 
οὔπω παρέβη πρὸς τὸ θέατρον λέξων ὡς δεξιός ἐστιν·
 
διαβαλλόμενος δʼ ὑπὸ τῶν ἐχθρῶν ἐν Ἀθηναίοις ταχυβούλοις, 630
 
ὡς κωμῳδεῖ τὴν πόλιν ἡμῶν καὶ τὸν δῆμον καθυβρίζει,
 
ἀποκρίνασθαι δεῖται νυνὶ πρὸς Ἀθηναίους μεταβούλους.
 
φησὶν δʼ εἶναι πολλῶν ἀγαθῶν ἄξιος ὑμῖν ὁ ποιητής,
 
παύσας ὑμᾶς ξενικοῖσι λόγοις μὴ λίαν ἐξαπατᾶσθαι,
 
μήθʼ ἥδεσθαι θωπευομένους, μήτʼ εἶναι χαυνοπολίτας. 635
 
πρότερον δʼ ὑμᾶς ἀπὸ τῶν πόλεων οἱ πρέσβεις ἐξαπατῶντες
 
πρῶτον μὲν ἰοστεφάνους ἐκάλουν· κἀπειδὴ τοῦτό τις εἴποι,
 
εὐθὺς διὰ τοὺς στεφάνους ἐπʼ ἄκρων τῶν πυγιδίων ἐκάθησθε.
 
εἰ δέ τις ὑμᾶς ὑποθωπεύσας λιπαρὰς καλέσειεν Ἀθήνας,
 
ηὕρετο πᾶν ἂν διὰ τὰς λιπαράς, ἀφύων τιμὴν περιάψας. 640
 
ταῦτα ποιήσας πολλῶν ἀγαθῶν αἴτιος ὑμῖν γεγένηται,
 
καὶ τοὺς δήμους ἐν ταῖς πόλεσιν δείξας ὡς δημοκρατοῦνται.
 
τοιγάρτοι νῦν ἐκ τῶν πόλεων τὸν φόρον ὑμῖν ἀπάγοντες
 
ἥξουσιν ἰδεῖν ἐπιθυμοῦντες τὸν ποιητὴν τὸν ἄριστον,
 
ὅστις παρεκινδύνευσʼ εἰπεῖν ἐν Ἀθηναίοις τὰ δίκαια. 645
 
οὕτω δʼ αὐτοῦ περὶ τῆς τόλμης ἤδη πόρρω κλέος ἥκει,
 
ὅτε καὶ βασιλεὺς Λακεδαιμονίων τὴν πρεσβείαν βασανίζων
 
ἠρώτησεν πρῶτα μὲν αὐτοὺς πότεροι ταῖς ναυσὶ κρατοῦσιν,
 
εἶτα δὲ τοῦτον τὸν ποιητὴν ποτέρους εἴποι κακὰ πολλά·
 
τούτους γὰρ ἔφη τοὺς ἀνθρώπους πολὺ βελτίους γεγενῆσθαι 650
 
καὶ τῷ πολέμῳ πολὺ νικήσειν τοῦτον ξύμβουλον ἔχοντας.
 
διὰ ταῦθʼ ὑμᾶς Λακεδαιμόνιοι τὴν εἰρήνην προκαλοῦνται
 
καὶ τὴν Αἴγιναν ἀπαιτοῦσιν· καὶ τῆς νήσου μὲν ἐκείνης
 
οὐ φροντίζουσʼ, ἀλλʼ ἵνα τοῦτον τὸν ποιητὴν ἀφέλωνται.
 
ἀλλʼ ὑμεῖς τοι μή ποτʼ ἀφῆσθʼ· ὡς κωμῳδήσει τὰ δίκαια· 655
 
φησὶν δʼ ὑμᾶς πολλὰ διδάξειν ἀγάθʼ, ὥστʼ εὐδαίμονας εἶναι,
 
οὐ θωπεύων οὐδʼ ὑποτείνων μισθοὺς οὐδʼ ἐξαπατύλλων,
 
οὐδὲ πανουργῶν οὐδὲ κατάρδων, ἀλλὰ τὰ βέλτιστα διδάσκων.
 
πρὸς ταῦτα Κλέων καὶ παλαμάσθω
 
καὶ πᾶν ἐπʼ ἐμοὶ τεκταινέσθω. 660
 
τὸ γὰρ εὖ μετʼ ἐμοῦ καὶ τὸ δίκαιον
 
ξύμμαχον ἔσται, κοὐ μή ποθʼ ἁλῶ
 
περὶ τὴν πόλιν ὢν ὥσπερ ἐκεῖνος
 
δειλὸς καὶ λακαταπύγων.
 
δεῦρο Μοῦσʼ ἐλθὲ φλεγυρὰ πυρὸς ἔχουσα μένος ἔντονος Ἀχαρνική. 665
 
οἷον ἐξ ἀνθράκων πρινίνων φέψαλος ἀνήλατʼ ἐρεθιζόμενος οὐρίᾳ ῥιπίδι,
 
ἡνίκʼ ἂν ἐπανθρακίδες ὦσι παρακείμεναι, 670
 
οἱ δὲ Θασίαν ἀνακυκῶσι λιπαράμπυκα,
 
οἱ δὲ μάττωσιν, οὕτω σοβαρὸν ἐλθὲ μέλος ἔντονον ἀγροικότερον
 
ὡς ἐμὲ λαβοῦσα τὸν δημότην. 675
 
οἱ γέροντες οἱ παλαιοὶ μεμφόμεσθα τῇ πόλει·
 
οὐ γὰρ ἀξίως ἐκείνων ὧν ἐναυμαχήσαμεν
 
γηροβοσκούμεσθʼ ὑφʼ ὑμῶν, ἀλλὰ δεινὰ πάσχομεν,
 
οἵτινες γέροντας ἄνδρας ἐμβαλόντες ἐς γραφὰς
 
ὑπὸ νεανίσκων ἐᾶτε καταγελᾶσθαι ῥητόρων, 680
 
οὐδὲν ὄντας, ἀλλὰ κωφοὺς καὶ παρεξηυλημένους,
 
οἷς Ποσειδῶν ἀσφάλειός ἐστιν ἡ βακτηρία·
 
τονθορύζοντες δὲ γήρᾳ τῷ λίθῳ προσέσταμεν,
 
οὐχ ὁρῶντες οὐδὲν εἰ μὴ τῆς δίκης τὴν ἠλύγην.
 
ὁ δέ, νεανίας ἑαυτῷ σπουδάσας ξυνηγορεῖν, 685
 
ἐς τάχος παίει ξυνάπτων στρογγύλοις τοῖς ῥήμασιν·
 
κᾆτʼ ἀνελκύσας ἐρωτᾷ σκανδάληθρʼ ἱστὰς ἐπῶν
 
ἄνδρα Τιθωνὸν σπαράττων καὶ ταράττων καὶ κυκῶν.
 
ὁ δʼ ὑπὸ γήρως μασταρύζει, κᾆτʼ ὀφλὼν ἀπέρχεται,
 
εἶτα λύζει καὶ δακρύει καὶ λέγει πρὸς τοὺς φίλους, 690
 
οὗ μʼ ἐχρῆν σορὸν πρίασθαι τοῦτʼ ὀφλὼν ἀπέρχομαι.
 
ταῦτα πῶς εἰκότα, γέροντʼ ἀπολέσαι πολιὸν ἄνδρα περὶ κλεψύδραν,
 
πολλὰ δὴ ξυμπονήσαντα καὶ θερμὸν ἀπο- 695
 
μορξάμενον ἀνδρικὸν ἱδρῶτα δὴ καὶ πολύν,
 
ἄνδρʼ ἀγαθὸν ὄντα Μαραθῶνι περὶ τὴν πόλιν;
 
εἶτα Μαραθῶνι μὲν ὅτʼ ἦμεν ἐδιώκομεν,
 
νῦν δʼ ὑπʼ ἀνδρῶν πονηρῶν σφόδρα διωκόμεθα, κᾆτα προσαλισκόμεθα. 700
 
πρὸς τάδε τίς ἀντερεῖ Μαρψίας;
 
τῷ γὰρ εἰκὸς ἄνδρα κυφὸν ἡλίκον Θουκυδίδην
 
ἐξολέσθαι συμπλακέντα τῇ Σκυθῶν ἐρημίᾳ,
 
τῷδε τῷ Κηφισοδήμῳ τῷ λάλῳ ξυνηγόρῳ; 705
 
ὥστʼ ἐγὼ μὲν ἠλέησα κἀπεμορξάμην ἰδὼν
 
ἄνδρα πρεσβύτην ὑπʼ ἀνδρὸς τοξότου κυκώμενον,
 
ὃς μὰ τὴν Δήμητρʼ, ἐκεῖνος ἡνίκʼ ἦν Θουκυδίδης,
 
οὐδʼ ἂν αὐτὴν τὴν Ἀχαίαν ῥᾳδίως ἠνέσχετο,
 
ἀλλὰ κατεπάλαισε μέντἂν πρῶτον Εὐάθλους δέκα, 710
 
κατεβόησε δʼ ἂν κεκραγὼς τοξότας τρισχιλίους,
 
περιετόξευσεν δʼ ἂν αὐτοῦ τοῦ πατρὸς τοὺς ξυγγενεῖς.
 
ἀλλʼ ἐπειδὴ τοὺς γέροντας οὐκ ἐᾶθʼ ὕπνου τυχεῖν,
 
ψηφίσασθε χωρὶς εἶναι τὰς γραφάς, ὅπως ἂν ᾖ
 
τῷ γέροντι μὲν γέρων καὶ νωδὸς ὁ ξυνήγορος, 715
 
τοῖς νέοισι δʼ εὐρύπρωκτος καὶ λάλος χὠ Κλεινίου.
 
κἀξελαύνειν χρὴ τὸ λοιπόν, κἂν φύγῃ τις ζημιοῦν,
 
τὸν γέροντα τῷ γέροντι, τὸν νέον δὲ τῷ νέῳ.
Δικαιόπολις
ὅροι μὲν ἀγορᾶς εἰσιν οἵδε τῆς ἐμῆς.
 
ἐνταῦθʼ ἀγοράζειν πᾶσι Πελοποννησίοις 720
 
ἔξεστι καὶ Μεγαρεῦσι καὶ Βοιωτίοις,
 
ἐφʼ ᾧτε πωλεῖν πρὸς ἐμέ, Λαμάχῳ δὲ μή.
 
ἀγορανόμους δὲ τῆς ἀγορᾶς καθίσταμαι
 
τρεῖς τοὺς λαχόντας τούσδʼ ἱμάντας ἐκ Λεπρῶν.
 
ἐνταῦθα μήτε συκοφάντης εἰσίτω 725
 
μήτʼ ἄλλος ὅστις Φασιανός ἐστʼ ἀνήρ.
 
ἐγὼ δὲ τὴν στήλην καθʼ ἣν ἐσπεισάμην
 
μέτειμʼ, ἵνα στήσω φανερὰν ἐν τἀγορᾷ.
Μεγαρεύς
ἀγορὰ νʼ Ἀθάναις χαῖρε Μεγαρεῦσιν φίλα.
 
ἐπόθουν τυ ναὶ τὸν φίλιον ᾇπερ ματέρα. 730
 
ἀλλʼ ὦ πόνηρα κώριʼ ἀθλίω πατρός,
 
ἄμβατε ποττὰν μᾶδδαν, αἴ χʼ εὕρητέ πᾶ.
 
ἀκούετε δή, ποτέχετʼ ἐμὶν τὰν γαστέρα·
 
πότερα πεπρᾶσθαι χρῄδδετʼ ἢ πεινῆν κακῶς;
[Episode]
πεπρᾶσθαι πεπρᾶσθαι. 735
Μεγαρεύς
ἐγώνγα καὐτός φαμι. τίς δʼ οὕτως ἄνους
 
ὃς ὑμέ κα πρίαιτο φανερὰν ζαμίαν;
 
ἀλλʼ ἔστι γάρ μοι Μεγαρικά τις μαχανά,
 
χοίρως γὰρ ὑμὲ σκευάσας φασῶ φέρειν.
 
περίθεσθε τάσδε τὰς ὁπλὰς τῶν χοιρίων. 740
 
ὅπως δὲ δοξεῖτʼ εἶμεν ἐξ ἀγαθᾶς ὑός·
 
ὡς ναὶ τὸν Ἑρμᾶν, αἴπερ ἱξεῖτʼ οἴκαδις
 
ἄπρατα, πειρασεῖσθε τᾶς λιμῶ κακῶς.
 
ἀλλʼ ἀμφίθεσθε καὶ ταδὶ τὰ ῥυγχία,
 
κἤπειτεν ἐς τὸυ σάκκον ὧδʼ ἐσβαίνετε. 745
 
ὅπως δὲ γρυλλιξεῖτε καὶ κοΐξετε
 
χἠσεῖτε φωνὰν χοιρίων μυστηρικῶν.
 
ἐγὼν δὲ καρυξῶ Δικαιόπολιν ὅπᾳ·
 
Δικαιόπολι, ἦ λῇς πρίασθαι χοιρία;
Δικαιόπολις
τί; ἀνὴρ Μεγαρικός; 750
Μεγαρεύς
ἀγορασοῦντες ἵκομες. 750
Δικαιόπολις
πῶς ἔχετε;
Μεγαρεύς
διαπεινᾶμες ἀεὶ ποττὸ πῦρ.
Δικαιόπολις
ἀλλʼ ἡδύ τοι νὴ τὸν Δίʼ, ἢν αὐλὸς παρῇ.
 
τί δʼ ἄλλο πράττεθʼ οἱ Μεγαρῆς νῦν;
Μεγαρεύς
οἷα δή.
 
ὅκα μὲν ἐγὼν τηνῶθεν ἐμπορευόμαν,
 
ἄνδρες πρόβουλοι τοῦτʼ ἔπραττον τᾷ πόλει, 755
 
ὅπως τάχιστα καὶ κάκιστʼ ἀπολοίμεθα.
Δικαιόπολις
αὐτίκʼ ἄρʼ ἀπαλλάξεσθε πραγμάτων.
Μεγαρεύς
σά μάν;
Δικαιόπολις
τί δʼ ἄλλο Μεγαροῖ; πῶς ὁ σῖτος ὤνιος;
Μεγαρεύς
παρʼ ἁμὶ πολυτίματος ᾇπερ τοὶ θεοί.
Δικαιόπολις
ἅλας οὖν φέρεις; 760
Μεγαρεύς
οὐχ ὑμὲς αὐτῶν ἄρχετε; 760
Δικαιόπολις
οὐδὲ σκόροδα;
Μεγαρεύς
ποῖα σκόροδʼ; ὑμὲς τῶν ἀεί,
 
ὅκκʼ ἐσβάλητε, τὼς ἀρωραῖοι μύες
 
πάσσακι τὰς ἄγλιθας ἐξορύσσετε.
Δικαιόπολις
τί δαὶ φέρεις;
Μεγαρεύς
χοίρως ἐγώνγα μυστικάς.
Δικαιόπολις
καλῶς λέγεις· ἐπίδειξον. 765
Μεγαρεύς
ἀλλὰ μὰν καλαί. 765
 
ἄντεινον αἰ λῇς· ὡς παχεῖα καὶ καλά.
Δικαιόπολις
τουτὶ τί ἦν τὸ πρᾶγμα;
Μεγαρεύς
χοῖρος ναὶ Δία.
Δικαιόπολις
τί λέγεις σύ; ποδαπὴ δή ʼστι χοῖρος;
Μεγαρεύς
Μεγαρικά.
 
ἢ οὐ χοῖρός ἐσθʼ ἅδʼ;
Δικαιόπολις
οὐκ ἔμοιγε φαίνεται.
Μεγαρεύς
οὐ δεινά; θᾶσθε τῶδε τὰς ἀπιστίας· 770
 
οὔ φατι τάνδε χοῖρον εἶμεν. ἀλλὰ μάν,
 
αἰ λῇς, περίδου μοι περὶ θυμιτιδᾶν ἁλῶν,
 
αἰ μή ʼστιν οὗτος χοῖρος Ἑλλάνων νόμῳ.
Δικαιόπολις
ἀλλʼ ἔστιν ἀνθρώπου γε.
Μεγαρεύς
ναὶ τὸν Διοκλέα
 
ἐμά γα. τὺ δέ νιν εἴμεναι τίνος δοκεῖς; 775
 
ἦ λῇς ἀκοῦσαι φθεγγομένας;
Δικαιόπολις
νὴ τοὺς θεοὺς
 
ἔγωγε.
Μεγαρεύς
φώνει δὴ τὺ ταχέως χοιρίον.
 
οὐ χρῆσθα; σιγῇς ὦ κάκιστʼ ἀπολουμένα;
 
πάλιν τυ ἀποισῶ ναὶ τὸν Ἑρμᾶν οἴκαδις.
Κόρη
κοῒ κοΐ. 780
Μεγαρεύς
αὕτα ʼστὶ χοῖρος;
Δικαιόπολις
νῦν γε χοῖρος φαίνεται.
 
ἀτὰρ ἐκτραφείς γε κύσθος ἔσται.
Μεγαρεύς
πέντʼ ἑτῶν,
 
σάφʼ ἴσθι, ποττὰν ματέρʼ εἰκασθήσεται.
Δικαιόπολις
ἀλλʼ οὐδὲ θύσιμός ἐστιν αὑτηγί.
Μεγαρεύς
σά μάν;
 
πᾷ δʼ οὐχὶ θύσιμός ἐστι; 785
Δικαιόπολις
κέρκον οὐκ ἔχει. 785
Μεγαρεύς
νεαρὰ γάρ ἐστιν· ἀλλὰ δελφακουμένα
 
ἑξεῖ μεγάλαν τε καὶ παχεῖαν κἠρυθράν.
 
ἀλλʼ αἰ τράφειν λῇς, ἅδε τοι χοῖρος καλά.
Δικαιόπολις
ὡς ξυγγενὴς ὁ κύσθος αὐτῆς θατέρᾳ.
Μεγαρεύς
ὁμοματρία γάρ ἐστι κἠκ τωὐτῶ πατρός. 790
 
αἰ δʼ ἂν παχυνθῇ κἀναχνοιανθῇ τριχί,
 
κάλλιστος ἔσται χοῖρος Ἀφροδίτᾳ θύειν.
Δικαιόπολις
ἀλλʼ οὐχὶ χοῖρος τἀφροδίτῃ θύεται.
Μεγαρεύς
οὐ χοῖρος Ἀφροδίτᾳ; μόνᾳ γα δαιμόνων.
 
καὶ γίνεταί γα τᾶνδε τᾶν χοίρων τὸ κρῆς 795
 
ἅδιστον ἂν τὸν ὀδελὸν ἐμπεπαρμένον.
Δικαιόπολις
ἤδη δʼ ἄνευ τῆς μητρὸς ἐσθίοιεν ἄν;
Μεγαρεύς
ναὶ τὸν Ποτειδᾶν καί κʼ ἄνις γα τῶ πατρός.
Δικαιόπολις
τί δʼ ἐσθίει μάλιστα;
Μεγαρεύς
πάνθʼ ἅ κα διδῷς.
 
αὐτὸς δʼ ἐρώτη. 800
Δικαιόπολις
χοῖρε χοῖρε. 800
Κόρα
κοῒ κοΐ. 800
Δικαιόπολις
τρώγοις ἂν ἐρεβίνθους;
Κόρα
κοῒ κοῒ κοΐ.
Δικαιόπολις
τί δαί; φιβάλεως ἰσχάδας;
Κόρα
κοῒ κοΐ.
Δικαιόπολις
τί δαὶ σύ; τρώγοις ἄν;
Κόρα
κοῒ κοῒ κοΐ.
Δικαιόπολις
ὡς ὀξὺ πρὸς τὰς ἰσχάδας κεκράγατε.
 
ἐνεγκάτω τις ἔνδοθεν τῶν ἰσχάδων 805
 
τοῖς χοιριδίοισιν. ἆρα τρώξονται; βαβαί,
 
οἷον ῥοθιάζουσʼ ὦ πολυτίμηθʼ Ἡράκλεις.
 
ποδαπὰ τὰ χοιρίʼ; ὡς Τραγασαῖα φαίνεται.
Μεγαρεύς
ἀλλʼ οὔτι πάσας κατέτραγον τὰς ἰσχάδας.
 
ἐγὼ γὰρ αὐτᾶν τάνδε μίαν ἀνειλόμαν. 810
Δικαιόπολις
νὴ τὸν Δίʼ ἀστείω γε τὼ βοσκήματε·
 
πόσου πρίωμαί σοι τὰ χοιρίδια; λέγε.
Μεγαρεύς
τὸ μὲν ἅτερον τούτων σκορόδων τροπαλίδος,
 
τὸ δʼ ἅτερον, αἰ λῇς, χοίνικος μόνας ἁλῶν.
Δικαιόπολις
ὠνήσομαί σοι· περίμενʼ αὐτοῦ. 815
Μεγαρεύς
ταῦτα δή. 815
 
Ἑρμᾶ ʼμπολαῖε τὰν γυναῖκα τὰν ἐμὰν
 
οὕτω μʼ ἀποδόσθαι τάν τʼ ἐμωυτῶ τʼ ἐμωυτῶ ματέρα.
Συκοφάντης
ὦνθρωπε ποδαπός;
Μεγαρεύς
χοιροπώλας Μεγαρικός.
Συκοφάντης
τὰ χοιρίδια τοίνυν ἐγὼ φανῶ ταδὶ
 
πολέμια καὶ σέ. 820
Μεγαρεύς
τοῦτʼ ἐκεῖνʼ, ἵκει πάλιν 820
 
ὅθενπερ ἀρχὰ τῶν κακῶν ἁμῖν ἔφυ.
Συκοφάντης
κλάων μεγαριεῖς. οὐκ ἀφήσεις τὸν σάκον;
Μεγαρεύς
Δικαιόπολι Δικαιόπολι φαντάδδομαι.
Δικαιόπολις
ὑπὸ τοῦ; τίς ὁ φαίνων σʼ ἐστίν; ἁγορανόμοι,
 
τοὺς συκοφάντας οὐ θύραζʼ ἐξείρξετε; 825
 
τί δὴ μαθὼν φαίνεις ἄνευ θρυαλλίδος;
Συκοφάντης
οὐ γὰρ φανῶ τοὺς πολεμίους;
Δικαιόπολις
κλάων γε σύ,
 
εἰ μὴ ʼτέρωσε συκοφαντήσεις τρέχων.
Μεγαρεύς
οἷον τὸ κακὸν ἐν ταῖς Ἀθάναις τοῦτʼ ἔνι.
Δικαιόπολις
θάρρει Μεγαρίκʼ· ἀλλʼ ἧς τὰ χοιρίδιʼ ἀπέδου 830
 
τιμῆς, λαβὲ ταυτὶ τὰ σκόροδα καὶ τοὺς ἅλας,
 
καὶ χαῖρε πόλλʼ.
Μεγαρεύς
ἀλλʼ ἁμὶν οὐκ ἐπιχώριον.
Δικαιόπολις
πολυπραγμοσύνη νυν ἐς κεφαλὴν τράποιτʼ ἐμοί.
Μεγαρεύς
ὦ χοιρίδια πειρῆσθε κἄνις τῶ πατρὸς
 
παίειν ἐφʼ ἁλὶ τὰν μᾶδδαν, αἴκα τις διδῷ. 835
[Choral 1]
εὐδαιμονεῖ γʼ ἅνθρωπος. οὐκ ἤκουσας οἷ προβαίνει
Χορός
τὸ πρᾶγμα τοῦ βουλεύματος; καρπώσεται γὰρ ἁνὴρ
 
ἐν τἀγορᾷ καθήμενος·
 
κἂν εἰσίῃ τις Κτησίας
 
ἢ συκοφάντης ἄλλος, οἰμώζων 840
 
καθεδεῖται·
[Choral 2]
οὐδʼ ἄλλος ἀνθρώπων ὑποψωνῶν σε πημανεῖ τι,
Χορός
οὐδʼ ἐξομόρξεται Πρέπις τὴν εὐρυπρωκτίαν σοι,
 
οὐδʼ ὠστιεῖ Κλεωνύμῳ·
 
χλαῖναν δʼ ἔχων φανὴν δίει 845
 
κοὐ ξυντυχών σʼ Ὑπέρβολος
 
δικῶν ἀναπλήσει·
[Choral 3]
οὐδʼ ἐντυχὼν ἐν τἀγορᾷ πρόσεισί σοι βαδίζων
Χορός
Κρατῖνος ἀεὶ κεκαρμένος μοιχὸν μιᾷ μαχαίρᾳ,
 
ὁ περιπόνηρος Ἀρτέμων, 850
 
ὁ ταχὺς ἄγαν τὴν μουσικήν,
 
ὄζων κακὸν τῶν μασχαλῶν
 
πατρὸς Τραγασαίου·
[Choral 4]
οὐδʼ αὖθις αὖ σε σκώψεται Παύσων ὁ παμπόνηρος
Χορός
Λυσίστρατός τʼ ἐν τἀγορᾷ, Χολαργέων ὄνειδος, 855
 
ὁ περιαλουργὸς τοῖς κακοῖς,
 
ῥιγῶν τε καὶ πεινῶν ἀεὶ
 
πλεῖν ἢ τριάκονθʼ ἡμέρας
 
τοῦ μηνὸς ἑκάστου.
Βοιωτός
ἴττω Ἡρακλῆς ἔκαμόν γα τὰν τύλαν κακῶς· 860
 
κατάθου τὺ τὰν γλάχωνʼ ἀτρέμας Ἰσμηνία·
 
ὑμὲς δʼ ὅσοι Θείβαθεν αὐληταὶ πάρα
 
τοῖς ὀστίνοις φυσῆτε τὸν πρωκτὸν κυνός.
Δικαιόπολις
παῦʼ ἐς κόρακας. οἱ σφῆκες οὐκ ἀπὸ τῶν θυρῶν;
 
πόθεν προσέπτονθʼ οἱ κακῶς ἀπολούμενοι 865
 
ἐπὶ τὴν θύραν μοι Χαιριδῆς βομβαύλιοι;
Βοιωτός
νεὶ τὸν Ἰόλαον ἐπεχαρίττα γʼ ὦ ξένε·
 
Θείβαθε γὰρ φυσᾶντες ἐξόπισθέ μου
 
τἄνθια τᾶς γλάχωνος ἀπέκιξαν χαμαί.
 
ἀλλʼ εἴ τι βούλει, πρίασο τῶν ἐγὼ φέρω 870
 
τῶν ὀρταλίχων ἢ τῶν τετραπτερυλλίδων.
Δικαιόπολις
ὦ χαῖρε κολλικοφάγε Βοιωτίδιον.
 
τί φέρεις;
Βοιωτός
ὅσʼ ἐστὶν ἀγαθὰ Βοιωτοῖς ἁπλῶς,
 
ὀρίγανον γλαχὼ ψιάθως θρυαλλίδας
 
νάσσας κολοιὼς ἀτταγᾶς φαλαρίδας 875
 
τροχίλως κολύμβως.
Δικαιόπολις
ὡσπερεὶ χειμὼν ἄρα
 
ὀρνιθίας ἐς τὴν ἀγορὰν ἐλήλυθας.
Βοιωτός
καὶ μὰν φέρω χᾶνας λαγὼς ἀλώπεκας
 
σκάλοπας ἐχίνως αἰελούρως πικτίδας
 
ἰκτῖδας ἐνύδρως ἐγχέλεις Κωπαΐδας. 880
Δικαιόπολις
ὦ τερπνότατον σὺ τέμαχος ἀνθρώποις φέρων,
 
δός μοι προσειπεῖν, εἰ φέρεις, τὰς ἐγχέλεις.
Βοιωτός
πρέσβειρα πεντήκοντα Κωπᾴδων κορᾶν,
 
ἔκβαθι τῶδε κἠπιχάριτται τῷ ξένῳ.
Δικαιόπολις
ὦ φιλτάτη σὺ καὶ πάλαι ποθουμένη, 885
 
ἦλθες ποθεινὴ μὲν τρυγῳδικοῖς χοροῖς,
 
φίλη δὲ Μορύχῳ. δμῶες ἐξενέγκατε
 
τὴν ἐσχάραν μοι δεῦρο καὶ τὴν ῥιπίδα.
 
σκέψασθε παῖδες τὴν ἀρίστην ἔγχελυν,
 
ἥκουσαν ἕκτῳ μόλις ἔτει ποθουμένην· 890
 
προσείπατʼ αὐτὴν ὦ τέκνʼ· ἄνθρακας δʼ ἐγὼ
 
ὑμῖν παρέξω τῆσδε τῆς ξένης χάριν.
 
ἀλλʼ ἔσφερʼ αὐτήν· μηδὲ γὰρ θανών ποτε
 
σοῦ χωρὶς εἴην ἐντετευτλανωμένης.
Βοιωτός
ἐμοὶ δὲ τιμὰ τᾶσδε πᾷ γενήσεται; 895
Δικαιόπολις
ἀγορᾶς τέλος ταύτην γέ που δώσεις ἐμοί·
 
ἀλλʼ εἴ τι πωλεῖς τῶνδε τῶν ἄλλων λέγε.
Βοιωτός
ἰώγα ταῦτα πάντα.
Δικαιόπολις
φέρε πόσου λέγεις;
 
ἢ φορτίʼ ἕτερʼ ἐνθένδʼ ἐκεῖσʼ ἄξεις ἰών;
Βοιωτός
ὅ τι γʼ ἔστʼ Ἀθάναις, ἐν Βοιωτοῖσιν δὲ μή. 900
Δικαιόπολις
ἀφύας ἄρʼ ἄξεις πριάμενος Φαληρικὰς
 
ἢ κέραμον.
Βοιωτός
ἀφύας ἢ κέραμον; ἀλλʼ ἔντʼ ἐκεῖ·
 
ἀλλʼ ὅ τι παρʼ ἁμῖν μή ʼστι, τᾷδε δʼ αὖ πολύ.
Δικαιόπολις
ἐγᾦδα τοίνυν· συκοφάντην ἔξαγε,
 
ὥσπερ κέραμον ἐνδησάμενος. 905
Βοιωτός
νεὶ τὼ θιὼ 905
 
λάβοιμι μέντἂν κέρδος ἀγαγὼν καὶ πολύ,
 
ᾇπερ πίθακον ἀλιτρίας πολλᾶς πλέων.
Δικαιόπολις
καὶ μὴν ὁδὶ Νίκαρχος ἔρχεται φανῶν.
Βοιωτός
μικκός γα μᾶκος οὗτος.
Δικαιόπολις
ἀλλʼ ἅπαν κακόν.
Νίκαρχος
ταυτὶ τίνος τὰ φορτίʼ ἐστί; 910
Βοιωτός
τῶδʼ ἐμὰ 910
 
Θείβαθεν, ἴττω Δεύς.
Νίκαρχος
ἐγὼ τοίνυν ὁδὶ
 
φαίνω πολέμια ταῦτα.
Βοιωτός
τί δὲ κακὸν παθὼν
 
ὀρναπετίοισι πόλεμον ἤρα καί μάχαν;
Νίκαρχος
καὶ σέ γε φανῶ πρὸς τοῖσδε.
Βοιωτός
τί ἀδικείμενος;
Νίκαρχος
ἐγὼ φράσω σοι τῶν περιεστώτων χάριν· 915
 
ἐκ τῶν πολεμίων γʼ εἰσάγεις θρυαλλίδας.
Δικαιόπολις
ἔπειτα φαίνεις δῆτα διὰ θρυαλλίδα;
Νίκαρχος
αὕτη γὰρ ἐμπρήσειεν ἂν τὸ νεώριον.
Δικαιόπολις
νεώριον θρυαλλίς;
Νίκαρχος
οἶμαι·
Δικαιόπολις
τίνι τρόπῳ;
Νίκαρχος
ἐνθεὶς ἂν ἐς τίφην ἀνὴρ Βοιώτιος 920
 
ἅψας ἄν ἐσπέμψειεν ἐς τὸ νεώριον
 
διʼ ὑδρορρόας, βορέαν ἐπιτηρήσας μέγαν.
 
κεἴπερ λάβοιτο τῶν νεῶν τὸ πῦρ ἅπαξ,
 
σελαγοῖντʼ ἂν εὐθύς.
Δικαιόπολις
ὦ κάκιστʼ ἀπολούμενε,
 
σελαγοῖντʼ ἂν ὑπὸ τίφης τε καὶ θρυαλλίδος; 925
Νίκαρχος
μαρτύρομαι.
Δικαιόπολις
ξυλλάμβανʼ αὐτοῦ τὸ στόμα·
 
δός μοι φορυτόν, ἵνʼ αὐτὸν ἐνδήσας φέρω
 
ὥσπερ κέραμον ἵνα μὴ καταγῇ φερόμενος.
[Lyric-Scene 1]
ἔνδησον ὦ βέλτιστε τῷ
Χορός
ξένῳ καλῶς τὴν ἐμπολὴν 930
 
οὕτως ὅπως 930
 
ἂν μὴ θέρων κατάξῃ.
Δικαιόπολις
ἐμοὶ μελήσει ταῦτʼ, ἐπεί
 
τοι καὶ ψοφεῖ λάλον τι καὶ
 
πυρορραγὲς
 
κἄλλως θεοῖσιν ἐχθρόν.
Χορός
τί χρήσεταί ποτʼ αὐτῷ; 935
Δικαιόπολις
πάγχρηστον ἄγγος ἔσται,
 
κρατὴρ κακῶν, τριπτὴρ δικῶν,
 
φαίνειν ὑπευθύνους λυχνοῦχος
 
καὶ κύλιξ—
 
καὶ πράγματʼ ἐγκυκᾶσθαι.
Χορός
πῶς δʼ ἂν πεποιθοίη τις ἀγγείῳ 940
 
τοιούτῳ χρώμενος
 
κατʼ οἰκίαν
 
τοσόνδʼ ἀεὶ ψοφοῦντι;
Δικαιόπολις
ἰσχυρόν ἐστιν ὦγάθʼ, ὥστʼ
 
οὐκ ἂν καταγείη ποτʼ, εἴπερ
 
ἐκ ποδῶν
 
κατωκάρα κρέμαιτο. 945
Χορός
ἤδη καλῶς ἔχει σοι.
Βοιωτός
μέλλω γά τοι θερίδδειν.
Χορός
ἀλλʼ ὦ ξένων βέλτιστε συνθέριζε
 
καὶ τοῦτον λαβὼν
 
πρόσβαλλʼ ὅποι βούλει φέρων 950
 
πρὸς πάντα συκοφάντην.
Δικαιόπολις
μόλις γʼ ἐνέδησα τὸν κακῶς ἀπολούμενον.
 
αἴρου λαβὼν τὸν κέραμον ὦ Βοιώτιε.
Βοιωτός
ὑπόκυπτε τὰν τύλαν ἰὼν Ἰσμήνιχε.
Δικαιόπολις
χὤπως κατοίσεις αὐτὸν εὐλαβούμενος. 955
 
πάντως μὲν οἴσεις οὐδὲν ὑγιές, ἀλλʼ ὅμως·
 
κἂν τοῦτο κερδήνῃς ἄγων τὸ φορτίον,
 
εὐδαιμονήσεις συκοφαντῶν γʼ οὕνεκα.
Θεράπων Λαμάχου
Δικαιόπολι.
Δικαιόπολις
τίς ἔστι; τί με βωστρεῖς;
Θεράπων Λαμάχου
ὅ τι;
 
ἐκέλευε Λάμαχός σε ταυτησὶ δραχμῆς 960
 
ἐς τοὺς Χοᾶς αὑτῷ μεταδοῦναι τῶν κιχλῶν,
 
τριῶν δραχμῶν δʼ ἐκέλευε Κωπᾷδʼ ἔγχελυν.
Δικαιόπολις
ὁ ποῖος οὗτος Λάμαχος τὴν ἔγχελυν;
Θεράπων Λαμάχου
ὁ δεινός, ὁ ταλαύρινος, ὃς τὴν Γοργόνα
 
πάλλει κραδαίνων τρισὶ κατάσκιος λόφοις. 965
Δικαιόπολις
οὐκ ἂν μὰ Δίʼ εἰ δοίη γέ μοι τὴν ἀσπίδα·
 
ἀλλʼ ἐπὶ ταρίχει τοὺς λόφους κραδαινέτω·
 
ἢν δʼ ἀπολιγαίνῃ, τοὺς ἀγορανόμους καλῶ.
 
ἐγὼ δʼ ἐμαυτῷ τόδε λαβὼν τὸ φορτίον
 
εἴσειμʼ ὑπαὶ πτερύγων κιχλᾶν καὶ κοψίχων. 970
[Choral]
εἶδες ὦ εἶδες ὦ πᾶσα πόλι τὸν φρόνιμον ἄνδρα τὸν ὑπέρσοφον,
Χορός
οἷʼ ἔχει σπεισάμενος ἐμπορικὰ χρήματα διεμπολᾶν,
 
ὧν τὰ μὲν ἐν οἰκίᾳ χρήσιμα, τὰ δʼ αὖ πρέπει χλιαρὰ κατεσθίειν. 975
 
αὐτόματα πάντʼ ἀγαθὰ τῷδέ γε πορίζεται.
 
οὐδέποτʼ ἐγὼ Πόλεμον οἴκαδʼ ὑποδέξομαι,
 
οὐδὲ παρʼ ἐμοί ποτε τὸν Ἁρμόδιον ᾄσεται
 
ξυγκατακλινείς, ὅτι παροινικὸς ἀνὴρ ἔφυ,
 
ὅστις ἐπὶ πάντʼ ἀγάθʼ ἔχοντας ἐπικωμάσας 980
 
ἠργάσατο πάντα κακά, κἀνέτρεπε κἀξέχει
 
κἀμάχετο καὶ προσέτι πολλὰ προκαλουμένου
 
πῖνε κατάκεισο λαβὲ τήνδε φιλοτησίαν
 
τὰς χάρακας ἧπτε πολὺ μᾶλλον ἐν τῷ πυρί,
 
ἐξέχει θʼ ἡμῶν βίᾳ τὸν οἶνον ἐκ τῶν ἀμπέλων. 985
 
οὑτοσὶ δʼ ἐπτέρωταί τʼ ἐπὶ τὸ δεῖπνον ἅμα καὶ μεγάλα δὴ φρονεῖ,
 
τοῦ βίου δʼ ἐξέβαλε δεῖγμα τάδε τὰ πτερὰ πρὸ τῶν θυρῶν.
 
ὦ Κύπριδι τῇ καλῇ καὶ Χάρισι ταῖς φίλαις ξύντροφε Διαλλαγή,
 
ὡς καλὸν ἔχουσα τὸ πρόσωπον ἄρʼ ἐλάνθανες. 990
 
πῶς ἂν ἐμὲ καὶ σέ τις Ἔρως ξυναγάγοι λαβών,
 
ὥσπερ ὁ γεγραμμένος ἔχων στέφανον ἀνθέμων.
 
ἢ πάνυ γερόντιον ἴσως νενόμικάς με σύ;
 
ἀλλά σε λαβὼν τρία δοκῶ γʼ ἂν ἔτι προσβαλεῖν·
 
πρῶτα μὲν ἂν ἀμπελίδος ὄρχον ἐλάσαι μακρόν, 995
 
εἶτα παρὰ τόνδε νέα μοσχίδια συκίδων,
 
καὶ τὸ τρίτον ἡμερίδος ὄρχον, ὁ γέρων ὁδί,
 
καὶ περὶ τὸ χωρίον ἐλᾷδας ἅπαν ἐν κύκλῳ,
 
ὥστʼ ἀλείφεσθαί σʼ ἀπʼ αὐτῶν κἀμὲ ταῖς νουμηνίαις.
Κῆρυξ
ἀκούετε λεῴ· κατὰ τὰ πάτρια τοὺς Χοᾶς 1000
 
πίνειν ὑπὸ τῆς σάλπιγγος· ὃς δʼ ἂν ἐκπίῃ
 
πρώτιστος, ἀσκὸν Κτησιφῶντος λήψεται.
Δικαιόπολις
ὦ παῖδες ὦ γυναῖκες οὐκ ἠκούσατε;
 
τί δρᾶτε; τοῦ κήρυκος οὐκ ἀκούετε;
 
ἀναβράττετʼ ἐξοπτᾶτε τρέπετʼ ἀφέλκετε 1005
 
τὰ λαγῷα ταχέως, τοὺς στεφάνους ἀνείρετε.
 
φέρε τοὺς ὀβελίσκους, ἵνʼ ἀναπείρω τὰς κίχλας.
[Lyric-Scene]
ζηλῶ σε τῆς εὐβουλίας,
Χορός
μᾶλλον δὲ τῆς εὐωχίας
 
ἄνθρωπε τῆς παρούσης. 1010
Δικαιόπολις
τί δῆτʼ ἐπειδὰν τὰς κίχλας ὀπτωμένας ἴδητε;
Χορός
οἶμαί σε καὶ τοῦτʼ εὖ λέγειν.
Δικαιόπολις
τὸ πῦρ ὑποσκάλευε.
Χορός
ἤκουσας ὡς μαγειρικῶς 1015
 
κομψῶς τε καὶ δειπνητικῶς
 
αὑτῷ διακονεῖται;
Γεωργός
οἴμοι τάλας.
Δικαιόπολις
ὦ Ἡράκλεις τίς οὑτοσί;
Γεωργός
ἀνὴρ κακοδαίμων.
Δικαιόπολις
κατὰ σεαυτόν νυν τρέπου.
Γεωργός
ὦ φίλτατε, σπονδαὶ γάρ εἰσι σοὶ μόνῳ, 1020
 
μέτρησον εἰρήνης τί μοι, κἂν πέντʼ ἔτη.
Δικαιόπολις
τί δʼ ἔπαθες;
Γεωργός
ἐπετρίβην ἀπολέσας τὼ βόε.
Δικαιόπολις
πόθεν;
Γεωργός
ἀπὸ Φυλῆς ἔλαβον οἱ Βοιώτιοι.
Δικαιόπολις
ὦ τρισκακόδαιμον εἶτα λευκὸν ἀμπέχει;
Γεωργός
καὶ ταῦτα μέντοι νὴ Δίʼ ὥπερ μʼ ἐτρεφέτην 1025
 
ἐν πᾶσι βολίτοις.
Δικαιόπολις
εἶτα νυνὶ τοῦ δέει;
Γεωργός
ἀπόλωλα τὠφθαλμὼ δακρύων τὼ βόε.
 
ἀλλʼ εἴ τι κήδει Δερκέτου Φυλασίου,
 
ὑπάλειψον εἰρήνῃ με τὠφθαλμὼ ταχύ.
Δικαιόπολις
ἀλλʼ ὦ πόνηρʼ οὐ δημοσιεύων τυγχάνω. 1030
Γεωργός
ἴθʼ ἀντιβολῶ σʼ, ἤν πως κομίσωμαι τὼ βόε.
Δικαιόπολις
οὐκ ἔστιν, ἀλλὰ κλᾶε πρὸς τοὺς Πιττάλου.
Γεωργός
σὺ δʼ ἀλλά μοι σταλαγμὸν εἰρήνης ἕνα
 
ἐς τὸν καλαμίσκον ἐνστάλαξον τουτονί.
Δικαιόπολις
οὐδʼ ἂν στριβιλικίγξ· ἀλλʼ ἀπιὼν οἴμωζέ ποι. 1035
Γεωργός
οἴμοι κακοδαίμων τοῖν γεωργοῖν βοιδίοιν.
Χορός
ἁνὴρ ἀνηύρηκέν τι ταῖς
 
σπονδαῖσιν ἡδύ, κοὐκ ἔοικεν
 
οὐδενὶ μεταδώσειν.
Δικαιόπολις
κατάχει σὺ τῆς χορδῆς τὸ μέλι, τὰς σηπίας στάθευε. 1040
Χορός
ἤκουσας ὀρθιασμάτων;
Δικαιόπολις
ὀπτᾶτε τἀγχέλεια.
Χορός
ἀποκτενεῖς λιμῷ ʼμὲ καὶ
 
τοὺς γείτονας κνίσῃ τε καὶ 1045
 
φωνῇ τοιαῦτα λάσκων.
Δικαιόπολις
ὀπτᾶτε ταυτὶ καὶ καλῶς ξανθίζετε.
Παράνυμφος
Δικαιόπολι.
Δικαιόπολις
τίς οὑτοσί; τίς οὑτοσί;
Παράνυμφος
ἔπεμψέ τίς σοι νυμφίος ταυτὶ κρέα
 
ἐκ τῶν γάμων. 1050
Δικαιόπολις
καλῶς γε ποιῶν ὅστις ἦν. 1050
Παράνυμφος
ἐκέλευε δʼ ἐγχέαι σε τῶν κρεῶν χάριν,
 
ἵνα μὴ στρατεύοιτʼ ἀλλὰ βινοίη μένων,
 
ἐς τὸν ἀλάβαστον κύαθον εἰρήνης ἕνα.
Δικαιόπολις
ἀπόφερʼ ἀπόφερε τὰ κρέα καὶ μή μοι δίδου,
 
ὡς οὐκ ἂν ἐγχέαιμι μυρίων δραχμῶν. 1055
 
ἀλλʼ αὑτηὶ τίς ἔστιν;
Παράνυμφος
ἡ νυμφεύτρια
 
δεῖται παρὰ τῆς νύμφης τι σοὶ λέξαι μόνῳ.
Δικαιόπολις
φέρε δὴ τί σὺ λέγεις; ὡς γέλοιον ὦ θεοὶ
 
τὸ δέημα τῆς νύμφης ὃ δεῖταί μου σφόδρα,
 
ὅπως ἂν οἰκουρῇ τὸ πέος τοῦ νυμφίου. 1060
 
φέρε δεῦρο τὰς σπονδάς, ἵνʼ αὐτῇ δῶ μόνῃ,
 
ὁτιὴ γυνή ʼστι τοῦ πολέμου τʼ οὐκ αἰτία.
 
ὕπεχʼ ὧδε δεῦρο τοὐξάλειπτρον ὦ γύναι.
 
οἶσθʼ ὡς ποιεῖτε; τοῦτο τῇ νύμφῃ φράσον,
 
ὅταν στρατιώτας καταλέγωσι, τουτῳὶ 1065
 
νύκτωρ ἀλειφέτω τὸ πέος τοῦ νυμφίου.
 
ἀπόφερε τὰς σπονδάς. φέρε τὴν οἰνήρυσιν,
 
ἵνʼ οἶνον ἐγχέω λαβὼν ἐς τοὺς Χοᾶς.
Χορός
καὶ μὴν ὁδί τις τὰς ὀφρῦς ἀνεσπακὼς·
 
ὥσπερ τι δεινὸν ἀγγελῶν ἐπείγεται. 1070
Ἄγγελος Α
ἰὼ πόνοι τε καὶ μάχαι καὶ Λάμαχοι.
Λάμαχος
τίς ἀμφὶ χαλκοφάλαρα δώματα κτυπεῖ;
Ἄγγελος Α
ἰέναι σʼ ἐκέλευον οἱ στρατηγοὶ τήμερον
 
ταχέως λαβόντα τοὺς λόχους καὶ τοὺς λόφους·
 
κἄπειτα τηρεῖν νειφόμενον τὰς ἐσβολάς. 1075
 
ὑπὸ τοὺς Χοᾶς γὰρ καὶ Χύτρους αὐτοῖσί τις
 
ἤγγειλε λῃστὰς ἐμβαλεῖν Βοιωτίους.
Λάμαχος
ἰὼ στρατηγοὶ πλείονες ἢ βελτίονες.
 
οὐ δεινὰ μὴ ʼξεῖναί με μηδʼ ἑορτάσαι;
Δικαιόπολις
ἰὼ στράτευμα πολεμολαμαχαϊκόν. 1080
Λάμαχος
οἴμοι κακοδαίμων καταγελᾷς ἤδη σύ μου.
Δικαιόπολις
βούλει μάχεσθαι Γηρυόνῃ τετραπτίλῳ;
Λάμαχος
αἰαῖ
 
οἵαν ὁ κῆρυξ ἀγγελίαν ἤγγειλέ μοι.
Δικαιόπολις
αἰαῖ τίνα δʼ αὖ μοι προστρέχει τις ἀγγελῶν;
Ἄγγελος Β
Δικαιόπολι. 1085
Δικαιόπολις
τί ἔστιν; 1085
Ἄγγελος Β
ἐπὶ δεῖπνον ταχὺ 1085
 
βάδιζε τὴν κίστην λαβὼν καὶ τὸν χοᾶ.
 
ὁ τοῦ Διονύσου γάρ σʼ ἱερεὺς μεταπέμπεται.
 
ἀλλʼ ἐγκόνει· δειπνεῖν κατακωλύεις πάλαι.
 
τὰ δʼ ἄλλα πάντʼ ἐστὶν παρεσκευασμένα,
 
κλῖναι τράπεζαι προσκεφάλαια στρώματα 1090
 
στέφανοι μύρον τραγήμαθʼ, αἱ πόρναι πάρα,
 
ἄμυλοι πλακοῦντες σησαμοῦντες ἴτρια,
 
ὀρχηστρίδες, τὰ φίλταθʼ Ἁρμοδίου, καλαί.
 
ἀλλʼ ὡς τάχιστα σπεῦδε.
Λάμαχος
κακοδαίμων ἐγώ.
Δικαιόπολις
καὶ γὰρ σὺ μεγάλην ἐπεγράφου τὴν Γοργόνα. 1095
 
σύγκλῃε, καὶ δεῖπνόν τις ἐνσκευαζέτω.
Λάμαχος
παῖ παῖ φέρʼ ἔξω δεῦρο τὸν γυλιὸν ἐμοί.
Δικαιόπολις
παῖ παῖ φέρʼ ἔξω δεῦρο τὴν κίστην ἐμοί.
Λάμαχος
ἅλας θυμίτας οἶσε παῖ καὶ κρόμμυα.
Δικαιόπολις
ἐμοὶ δὲ τεμάχη· κρομμύοις γὰρ ἄχθομαι. 1100
Λάμαχος
θρῖον ταρίχους οἶσε δεῦρο παῖ σαπροῦ.
Δικαιόπολις
κἀμοὶ σὺ δημοῦ θρῖον· ὀπρήσω δʼ ἐκεῖ.
Λάμαχος
ἔνεγκε δεῦρο τὼ πτερὼ τὼ κʼ τοῦ κράνους.
Δικαιόπολις
ἐμοὶ δὲ τὰς φάττας γε φέρε καὶ τὰς κίχλας.
Λάμαχος
καλόν γε καὶ λευκὸν τὸ τῆς στρούθου πτερόν. 1105
Δικαιόπολις
καλόν γε καὶ ξανθὸν τὸ τῆς φάττης κρέας.
Λάμαχος
ὦνθρωπε παῦσαι καταγελῶν μου τῶν ὅπλων.
Δικαιόπολις
ὦνθρωπε βούλει μὴ βλέπειν ἐς τὰς κίχλας;
Λάμαχος
τὸ λοφεῖον ἐξένεγκε τῶν τριῶν λόφων.
Δικαιόπολις
κἀμοὶ λεκάνιον τῶν λαγῴων δὸς κρεῶν. 1110
Λάμαχος
ἀλλʼ ἢ τριχόβρωτες τοὺς λόφους που κατέφαγον.
Δικαιόπολις
ἀλλʼ ἤ πρὸ δείπνου τὴν μίμαρκυν κατέδομαι.
Λάμαχος
ὦνθρωπε βούλει μὴ προσαγορεύειν ἐμέ;
Δικαιόπολις
οὐκ ἀλλʼ ἐγὼ χὠ παῖς ἐρίζομεν πάλαι.
 
βούλει περιδόσθαι κἀπιτρέψαι Λαμάχῳ, 1115
 
πότερον ἀκρίδες ἥδιόν ἐστιν ἤ κίχλαι;
Λάμαχος
οἴμʼ ὡς ὑβρίζεις.
Δικαιόπολις
τὰς ἀκρίδας κρίνει πολύ.
Λάμαχος
παῖ παῖ καθελών μοι τὸ δόρυ δεῦρʼ ἔξω φέρε.
Δικαιόπολις
παῖ παῖ σὺ δʼ ἀφελὼν δεῦρο τὴν χορδὴν φέρε.
Λάμαχος
φέρε τοῦ δόρατος ἀφελκύσωμαι τοὔλυτρον. 1120
 
ἔχʼ, ἀντέχου παῖ.
Δικαιόπολις
καὶ σὺ παῖ τοῦδʼ ἀντέχου.
Λάμαχος
τοὺς κιλλίβαντας οἶσε παῖ τῆς ἀσπίδος.
Δικαιόπολις
καὶ τῆς ἐμῆς τοὺς κριβανίτας ἔκφερε.
Λάμαχος
φέρε δεῦρο γοργόνωτον ἀσπίδος κύκλον.
Δικαιόπολις
κἀμοὶ πλακοῦντος τυρόνωτον δὸς κύκλον. 1125
Λάμαχος
ταῦτʼ οὐ κατάγελώς ἐστιν ἀνθρώποις πλατύς;
Δικαιόπολις
ταῦτʼ οὐ πλακοῦς δῆτʼ ἐστὶν ἀνθρώποις γλυκύς;
Λάμαχος
κατάχει σὺ παῖ τοὔλαιον. ἐν τῷ χαλκίῳ
 
ἐνορῶ γέροντα δειλίας φευξούμενον.
Δικαιόπολις
κατάχει σὺ τὸ μέλι. κἀνθάδʼ ἔνδηλος γέρων 1130
 
κλάειν κελεύων Λάμαχον τὸν Γοργάσου.
Λάμαχος
φέρε δεῦρο παῖ θώρακα πολεμιστήριον.
Δικαιόπολις
ἔξαιρε παῖ θώρακα κἀμοὶ τὸν χοᾶ.
Λάμαχος
ἐν τῷδε πρὸς τοὺς πολεμίους θωρήξομαι.
Δικαιόπολις
ἐν τῷδε πρὸς τοὺς συμπότας θωρήξομαι. 1135
Λάμαχος
τὰ στρώματʼ ὦ παῖ δῆσον ἐκ τῆς ἀσπίδος.
Δικαιόπολις
τὸ δεῖπνον ὦ παῖ δῆσον ἐκ τῆς κιστίδος.
Λάμαχος
ἐγὼ δʼ ἐμαυτῷ τὸν γυλιὸν οἴσω λαβών.
Δικαιόπολις
ἐγὼ δὲ θοἰμάτιον λαβὼν ἐξέρχομαι.
Λάμαχος
τὴν ἀσπίδʼ αἴρου καὶ βάδιζʼ ὦ παῖ λαβών. 1140
 
νείφει. βαβαιάξ· χειμέρια τὰ πράγματα.
Δικαιόπολις
αἴρου τὸ δεῖπνον· συμποτικὰ τὰ πράγματα.
[Episode]
ἴτε δὴ χαίροντες ἐπὶ στρατιάν.
Χορός
ὡς ἀνομοίαν ἔρχεσθον ὁδόν·
 
τῷ μὲν πίνειν στεφανωσαμένῳ, 1145
 
σοὶ δὲ ῥιγῶν καὶ προφυλάττειν,
 
τῷ δὲ καθεύδειν
 
μετὰ παιδίσκης ὡραιοτάτης,
 
ἀνατριβομένῳ τε τὸ δεῖνα.
 
Ἀντίμαχον τὸν ψακάδος †τὸν ξυγγραφῆ† τὸν μελέων ποιητήν, 1150
 
ὡς μὲν ἁπλῷ, κακῶς ἐξολέσειεν ὁ Ζεύς·
 
ὅς γʼ ἐμὲ τὸν τλήμονα Λήναια χορηγῶν ἀπέλυσʼ ἄδειπνον. 1155
 
ὃν ἔτʼ ἐπίδοιμι τευθίδος
 
δεόμενον, ἡ δʼ ὠπτημένη
 
σίζουσα πάραλος ἐπὶ τραπέζῃ κειμένη
 
ὀκέλλοι· κᾆτα μέλλοντος
 
λαβεῖν αὐτοῦ κύων 1160
 
ἁρπάσασα φεύγοι.
 
τοῦτο μὲν αὐτῷ κακὸν ἕν, κᾆθʼ ἕτερον νυκτερινὸν γένοιτο.
 
ἠπιαλῶν γὰρ οἴκαδʼ ἐξ ἱππασίας βαδίζων, 1165
 
εἶτα κατάξειέ τις αὐτοῦ μεθύων τῆς κεφαλῆς Ὀρέστης
 
μαινόμενος· ὁ δὲ λίθον βαλεῖν
 
βουλόμενος ἐν σκότῳ λάβοι
 
τῇ χειρὶ πέλεθον ἀρτίως κεχεσμένον· 1170
 
ἐπᾴξειεν δʼ ἔχων
 
τὸν μάρμαρον, κἄπειθʼ ἁμαρτὼν
 
βάλοι Κρατῖνον.
Θεράπων Λαμάχου
ὦ δμῶες οἳ κατʼ οἶκόν ἐστε Λαμάχου,
 
ὕδωρ ὕδωρ ἐν χυτριδίῳ θερμαίνετε· 1175
 
ὀθόνια, κηρωτὴν παρασκευάζετε,
 
ἔριʼ οἰσυπηρά, λαμπάδιον περὶ τὸ σφυρόν.
 
ἁνὴρ τέτρωται χάρακι διαπηδῶν τάφρον,
 
καὶ τὸ σφυρὸν παλίνορρον ἐξεκόκκισεν,
 
καὶ τῆς κεφαλῆς κατέαγε περὶ λίθῳ πεσών, 1180
 
καὶ Γοργόνʼ ἐξήγειρεν ἐκ τῆς ἀσπίδος.
 
πτίλον δὲ τὸ μέγα κομπολακύθου πεσὸν
 
πρὸς ταῖς πέτραισι, δεινὸν ἐξηύδα μέλος·
 
ὦ κλεινὸν ὄμμα νῦν πανύστατόν σʼ ἰδὼν
 
λείπω φάος γε τοὐμόν, οὐκέτʼ εἰμʼ ἐγώ. 1185
 
τοσαῦτα λέξας εἰς ὑδρορρόαν πεσὼν
 
ἀνίσταταί τε καὶ ξυναντᾷ δραπέταις
 
λῃστὰς ἐλαύνων καὶ κατασπέρχων δορί.
 
ὁδὶ δὲ καὐτός· ἀλλʼ ἄνοιγε τὴν θύραν.
Λάμαχος
ἀτταταῖ ἀτταταῖ 1190
 
στυγερὰ τάδε γε κρυερὰ πάθεα· τάλας ἐγώ.
 
διόλλυμαι δορὸς ὑπὸ πολεμίου τυπείς.
 
ἐκεῖνο δʼ οὖν αἰακτὸν ἂν γένοιτο, 1195
 
Δικαιόπολις εἴ μʼ ἴδοι τετρωμένον
 
κᾆτʼ ἐγχάνοι ταῖς ἐμαῖς τύχαισιν.
Δικαιόπολις
ἀτταταῖ ἀτταταῖ
 
τῶν τιτθίων, ὡς σκληρὰ καὶ κυδώνια.
 
φιλήσατόν με μαλθακῶς ὦ χρυσίω 1200
 
τὸ περιπεταστὸν κἀπιμανδαλωτόν.
 
 
τὸν γὰρ χοᾶ πρῶτος ἐκπέπωκα.
Λάμαχος
ὦ συμφορὰ τάλαινα τῶν ἐμῶν κακῶν.
 
ἰὼ ἰὼ τραυμάτων ἐπωδύνων. 1205
Δικαιόπολις
 
ἰὴ ἰὴ χαῖρε Λαμαχίππιον.
Λάμαχος
στυγερὸς ἐγώ.
Δικαιόπολις
τί με σὺ κυνεῖς;
Λάμαχος
μογερὸς ἐγώ.
Δικαιόπολις
τί με σὺ δάκνεις;
Λάμαχος
τάλας ἐγὼ ξυμβολῆς βαρείας. 1210
Δικαιόπολις
τοῖς Χουσὶ γάρ τις ξυμβολὰς ἐπράττετο;
Λάμαχος
ἰὼ ἰὼ Παιὰν Παιάν.
Δικαιόπολις
ἀλλʼ οὐχὶ νυνὶ τήμερον Παιώνια.
Λάμαχος
λάβεσθέ μου λάβεσθε τοῦ σκέλους παπαῖ,
 
προσλάβεσθʼ ὦ φίλοι. 1215
Δικαιόπολις
ἐμοῦ δέ γε σφὼ τοῦ πέους ἄμφω μέσου
 
προσλάβεσθʼ ὦ φίλαι.
Λάμαχος
εἰλιγγιῶ κάρα λίθῳ πεπληγμένος
 
καὶ σκοτοδινιῶ.
Δικαιόπολις
κἀγὼ καθεύδειν βούλομαι καὶ στύομαι 1220
 
καὶ σκοτοβινιῶ
Λάμαχος
θύραζέ μʼ ἐξενέγκατʼ ἐς τοῦ Πιττάλου
 
παιωνίαισι χερσίν.
Δικαιόπολις
ὡς τοὺς κριτάς με φέρετε· ποῦ ʼστιν ὁ βασιλεύς;
 
ἀπόδοτέ μοι τὸν ἀσκόν. 1225
Λάμαχος
λόγχη τις ἐμπέπηγέ μοι διʼ ὀστέων ὀδυρτά.
[Exodus]
ὁρᾶτε τουτονὶ κενόν. τήνελλα καλλίνικος.
Χορός
τήνελλα δῆτʼ, εἴπερ καλεῖς γʼ, ὦ πρέσβυ, καλλίνικος.
Δικαιόπολις
καὶ πρός γʼ ἄκρατον ἐγχέας ἄμυστιν ἐξέλαψα.
Χορός
τήνελλά νυν ὦ γεννάδα· χώρει λαβὼν τὸν ἀσκόν. 1230
Δικαιόπολις
ἕπεσθέ νυν ᾄδοντες ὦ τήνελλα καλλίνικος.
Χορός
ἀλλʼ ἑψόμεσθα σὴν χάριν
 
τήνελλα καλλίνικος ᾄδοντες
 
σὲ καὶ τὸν ἀσκόν.
1 / 1

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi