Thesauros Edebiyat bucolic Αδώνιδος επιτάφιος

Αδώνιδος επιτάφιος

Αδώνιδος επιτάφιος Bion of Phlossa near Smyrna
Bölümler
Metin 1–98

Metin

 
ὡς ἴδεν, ὡς ἐνόησεν Ἀδώνιδος ἄσχετον ἕλκος, 40
 
ὡς ἴδε φοίνιον αἷμα μαραινομένῳ περὶ μηρῷ,
 
πάχεας ἀμπετάσασα κινύρετο· ‘μεῖνον Ἄδωνι,
 
δύσποτμε μεῖνον Ἄδωνι, πανύστατον ὥς σε κιχείω,
 
ὥς σε περιπτύξω καὶ χείλεα χείλεσι μίξω.
 
ἔγρεο τυτθὸν Ἄδωνι, τὸ δ’ αὖ πύματόν με φίλησον, 45
 
τοσσοῦτόν με φίλησον, ὅσον ζώῃ τὸ φίλημα,
 
ἄχρις ἀποψύχῃς ἐς ἐμὸν στόμα κεἰς ἐμὸν ἧπαρ
 
πνεῦμα τεὸν ῥεύσῃ, τὸ δέ σευ γλυκὺ φίλτρον ἀμέλξω,
 
ἐκ δὲ πίω τὸν ἔρωτα, φίλημα δὲ τοῦτο φυλάξω
 
ὡς αὐτὸν τὸν Ἄδωνιν, ἐπεὶ σύ με δύσμορε φεύγεις, 50
 
φεύγεις μακρὸν Ἄδωνι, καὶ ἔρχεαι εἰς Ἀχέροντα
 
πὰρ στυγνὸν βασιλῆα καὶ ἄγριον, ἁ δὲ τάλαινα
 
ζώω καὶ θεὸς ἐμμὶ καὶ οὐ δύναμαί σε διώκειν.
 
λάμβανε Περσεφόνα τὸν ἐμὸν πόσιν· ἐσσὶ γὰρ αὐτὰ
 
πολλὸν ἐμεῦ κρέσσων, τὸ δὲ πᾶν καλὸν ἐς σὲ καταρρεῖ· 55
 
ἐμμὶ δ’ ἐγὼ πανάποτμος, ἔχω δ’ ἀκόρεστον ἀνίαν,
 
καὶ κλαίω τὸν Ἄδωνιν, ὅ μοι θάνε, καί σε φοβεῦμαι.
 
θνᾴσκεις ὦ τριπόθητε, πόθος δέ μοι ὡς ὄναρ ἔπτα,
 
χήρα δ’ ἁ Κυθέρεια, κενοὶ δ’ ἀνὰ δώματ’ Ἔρωτες.
← Önceki Metin · 3 / 5 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi