Thesauros Edebiyat bucolic Μεγάρα

Μεγάρα

Μεγάρα Moschus
Bölümler
Metin 1–125

Metin

 
Μέγαρα
 
Μῆτερ ἐμή, τίφθ’ ὧδε φίλον κατὰ θυμὸν ἰάπτεις
 
ἐκπάγλως ἀχέουσα, τὸ πρὶν δέ τοι οὐκέτ’ ἔρευθος
 
σῴζετ’ ἐπὶ ῥεθέεσσι; τί μοι τόσον ἠνίησαι;
 
ἦρ’ ὅτι ἄλγεα πάσχει ἀπείριτα φαίδιμος υἱὸς
 
ἀνδρὸς ὕπ’ οὐτιδανοῖο, λέων ὡσείθ’ ὑπὸ νεβροῦ; 5
 
ὤμοι ἐγώ, τί νυ δή με θεοὶ τόσον ἠτίμησαν
 
ἀθάνατοι; τί νύ μ’ ὧδε κακῇ γονέες τέκον αἴσῃ;
 
δύσμορος, ἥτ’ ἐπεὶ ἀνδρὸς ἀμύμονος ἐς λέχος ἦλθον,
 
τὸν μὲν ἐγὼ τίεσκον ἴσον φαέεσσιν ἐμοῖσιν
 
ἠδ’ ἔτι νῦν σέβομαί τε καὶ αἰδέομαι κατὰ θυμόν· 10
 
τοῦ δ’ οὔτις γένετ’ ἄλλος ἀποτμότερος ζωόντων,
 
οὐδὲ τόσων σφετέρῃσιν ἐγεύσατο φροντίσι κηδέων.
 
σχέτλιος, ὃς τόξοισιν, ἅ οἱ πόρεν αὐτὸς Ἀπόλλων
 
ἠέ τινος Κηρῶν ἢ Ἐρινύος αἰνὰ βέλεμνα,
 
παῖδας ἑοὺς κατέπεφνε καὶ ἐκ φίλον εἵλετο θυμὸν 15
 
μαινόμενος κατὰ οἶκον, ὃ δ’ ἔμπλεος ἔσκε φόνοιο.
 
τοὺς μὲν ἐγὼ δύστηνος ἐμοῖς ἴδον ὀφθαλμοῖσι
 
βαλλομένους ὑπὸ πατρί, τὸ δ’ οὐδ’ ὄναρ ἤλυθεν ἄλλῳ.
 
οὐδέ σφιν δυνάμην ἀδινὸν καλέουσιν ἀρῆξαι
Metin · 1 / 7 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi