Thesauros Edebiyat bucolic Ἐπιτάφιος Βίωνος

Ἐπιτάφιος Βίωνος

Ἐπιτάφιος Βίωνος Moschus
Bölümler
Metin 1–126

Metin

 
Ἀλκυόνος δ’ οὐ τόσσον ἐπ’ ἄλγεσιν ἴαχε Κῆϋξ, 40
 
οὐδὲ τόσον γλαυκοῖς ἐνὶ κύμασι κηρύλος ᾆδεν,
 
οὐ τόσον ἀῴοισιν ἐν ἄγκεσι παῖδα τὸν Ἀοῦς
 
ἱπτάμενος περὶ σᾶμα κινύρατο Μέμνονος ὄρνις,
 
ὅσσον ἀποφθιμένοιο κατωδύραντο Βίωνος.
 
ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι. 45
 
ἀδονίδες πᾶσαί τε χελιδόνες, ἅς ποκ’ ἔτερπεν,
 
ἃς λαλέειν ἐδίδασκε, καθεζόμεναι ποτὶ πρέμνοις
 
ἀντίον ἀλλάλαισιν ἐκώκυον· αἳ δ’ ὑπεφώνευν
 
ὄρνιθες λυπεῖσθ’ αἱ πενθάδες· ἀλλὰ καὶ ἡμεῖς.
 
ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι. 50
 
τίς ποτε σᾷ σύριγγι μελίξεται ὦ τριπόθητε;
 
τίς δ’ ἐπὶ σοῖς καλάμοις θήσει στόμα; τίς θρασὺς οὕτως;
 
εἰσέτι γὰρ πνείει τὰ σὰ χείλεα καὶ τὸ σὸν ἆσθμα,
 
ἀχὰ δ’ ἐν δονάκεσσι τεᾶς ἔτι βόσκετ’ ἀοιδᾶς.
 
Πανὶ φέρω τὸ μέλισμα; τάχ’ ἂν καὶ κεῖνος ἐρεῖσαι 55
 
τὸ στόμα δειμαίνοι, μὴ δεύτερα σεῖο φέρηται.
 
ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
 
κλαίει καὶ Γαλάτεια τὸ σὸν μέλος, ἅν ποκ’ ἔτερπες
 
ἑζομέναν μετὰ σεῖο παρ’ ἀϊόνεσσι θαλάσσας.
← Önceki Metin · 3 / 7 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi