Thesauros Edebiyat bucolic Ἐπιτάφιος Βίωνος

Ἐπιτάφιος Βίωνος

Ἐπιτάφιος Βίωνος Moschus
Bölümler
Metin 1–126

Metin

 
ΕΠΙΤΑΦΙΟΣ ΒΙΩΝΟΣ
 
Αἴλινά μοι στοναχεῖτε νάπαι καὶ Δώριον ὕδωρ,
 
καὶ ποταμοὶ κλαίοιτε τὸν ἱμερόεντα Βίωνα.
 
νῦν φυτά μοι μύρεσθε, καὶ ἄλσεα νῦν γοάοισθε,
 
ἄνθεα νῦν στυμνοῖσιν ἀποπνείοιτε κορύμβοις,
 
νῦν ῥόδα φοινίσσεσθε τὰ πένθιμα, νῦν ἀνεμῶναι, 5
 
νῦν ὑάκινθε λάλει τὰ σὰ γράμματα καὶ πλέον αἰαῖ
 
βάμβανε τοῖς πετάλοισι· καλὸς τέθνακε μελικτάς.
 
ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
 
ἀδόνες αἱ πυκινοῖσιν ὀδυρόμεναι ποτὶ φύλλοις,
 
νάμασι τοῖς Σικελοῖς ἀγγείλατε τᾶς Ἀρεθοίσας, 10
 
ὅττι Βίων τέθνακεν ὁ βουκόλος, ὅττι σὺν αὐτῷ
 
καὶ τὸ μέλος τέθνακε καὶ ὤλετο Δωρὶς ἀοιδά.
 
ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
 
Στρυμόνιοι μύρεσθε παρ’ ὕδασιν αἴλινα κύκνοι,
 
καὶ γοεροῖς στομάτεσσι μελίσδετε πένθιμον ᾠδάν, 15
 
οἵαν ὑμετέροις ποτὶ χείλεσι γῆρας ἀείδει,
 
εἴπατε δ’ αὖ κούραις Οἰαγρίσιν, εἴπατε πάσαις
 
Βιστονίαις Νύμφαισιν ἀπώλετο Δώριος Ὀρφεύς.
 
ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
Metin · 1 / 7 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi