Thesauros Edebiyat bucolic Ἐπιγράμματα

Ἐπιγράμματα

Ἐπιγράμματα Theocritus

Şiir 24

 
γυμνὸς ἄτερ χλαίνης τε καὶ εὐμίτροιο χιτῶνος.
 
αὐτὰρ ἐπειδὴ παντὸς ἀφίκετο πρὸς τέλος ἔργου
 
καρτερὸν οἰνοφόροιο πονεύμενος ἕρκος ἀλωῆς, 100
 
ἤτοι ὁ λίστρον ἔμελλεν ἐπὶ προύχοντος ἐρείσας
 
ἀνδήρου καταδῦναι ἃ καὶ πάρος εἵματα ἕστο·
 
ἐξαπίνης δʼ ἀνέλαμψεν ὑπὲρ καπέτοιο βαθείης
 
πῦρ ἄμοτον, περὶ δʼ αὐτὸν ἀθέσφατος εἱλεῖτο φλόξ.
 
αὐτὰρ ὅγʼ αἰὲν ὄπισθε θοοῖς ἀνεχάζετο ποσσίν, 105
 
ἐκφυγέειν μεμαὼς ὀλοὸν μένος Ἡφαίστοιο·
 
αἰεὶ δὲ προπάροιθεν ἑοῦ χροὸς ἠύτε γέρρον
 
νώμασκεν μακέλην· περὶ δʼ ὄμμασιν ἔνθα καὶ ἔνθα
 
πάπταινεν, μὴ δή μιν ἐπιφλέξῃ δήιον πῦρ.
 
τῷ μὲν ἀοσσῆσαι λελιημένος, ὥς μοι ἔικτο, 110
 
Ἰφικλέης μεγάθυμος ἐπʼ οὔδεϊ κάππεσʼ ὀλισθὼν
 
πρὶν ἐλθεῖν, οὐδʼ ὀρθὸς ἀναστῆναι δύνατʼ αὖτις,
 
ἀλλʼ ἀστεμφὲς ἔκειτο, γέρων ὡσείτʼ ἀμενηνός,
 
ὅντε καὶ οὐκ ἐθέλοντα βιήσατο γῆρας ἀτερπὲς
 
καππεσέειν, κεῖται δʼ ὅγʼ ἐπὶ χθονὸς ἔμπεδον αὐτοῦ 115
 
εἰς ὅ κε τις χειρός μιν ἀνειρύσσῃ παριόντων
 
αἰδεσθεὶς ὄπιδα τρομερὴν πολιοῖο γενείου.
← Önceki Şiir 24 · 6 / 7 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi