Thesauros Edebiyat bucolic Ἐπιγράμματα

Ἐπιγράμματα

Ἐπιγράμματα Theocritus

Şiir 24

 
πολλοῖσιν δύστηνος ἰάπτομαι ἄλγεσιν ἦτορ
 
αἰεὶ ὁμῶς· δακρύων δὲ πάρεστί μοι οὐδʼ ἴʼ ἐρωή. 40
 
ἀλλὰ πόσιν μὲν ὁρῶ παῦρον χρόνον ὀφθαλμοῖσιν
 
οἴκῳ ἐν ἡμετέρῳ· πολέων δὲ οἱ ἔργον ἑτοῖμον
 
μόχθων, τοὺς ἐπὶ γαῖαν ἀλώμενος ἠδὲ θάλασσαν
 
μοχθίζει πέτρης ὅγʼ ἔχων νόον ἠὲ σιδήρου
 
καρτερὸν ἐν στήθεσσι· σὺ δʼ ἠύτε λείβεται ὕδωρ, 45
 
νύκτας τε κλαίουσα καὶ ἐκ Διὸς ἤμαθʼ ὁπόσσα.
 
ἄλλος μὰν οὐκ ἄν τις ἐυφρήναι με παραστὰς
 
κηδεμόνων· οὐ γάρ σφε δόμων κατὰ τεῖχος ἐέργει.
 
καὶ λίην πάντες γε πέρην πιτυώδεος Ἰσθμοῦ
 
ναίουσʼ, οὐδέ μοί ἐστι πρὸς ὅντινά κε βλέψασα 50
 
οἷα γυνὴ πανάποτμος ἀναψύξαιμι φίλον κῆρ,
 
νόσφι γε δὴ Πύρρης συνομαίμονος· ἡ δὲ καὶ αὐτὴ
 
ἀμφὶ πόσει σφετέρῳ πλέον ἄχνυται Ἰφικλῆι,
 
σῷ υἱεῖ· πάντων γὰρ ὀϊζυρώτατα τέκνα
 
γείνασθαί σε θεῷ τε καὶ ἀνέρι θνητῷ ἔολπα. 55
 
ὣς ἄρʼ ἔφη· τὰ δέ οἱ θαλερώτερα δάκρυα μήλων
 
κόλπον ἐς ἱμερόεντα κατὰ βλεφάρων ἐχέοντο,
 
μνησαμένῃ τέκνων τε καὶ ὧν μετέπειτα τοκήων.
← Önceki Şiir 24 · 3 / 7 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi