Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus

22

 
αὐτὰρ ὑπὲρ νώτοιο καὶ αὐχένος ᾐωρεῖτο
 
ἄκρων δέρμα λέοντος ἀφημμένον ἐκ ποδεώνων.
 
τὸν πρότερος προσέειπεν ἀεθλοφόρος Πολυδεύκης.
Πολυδεύκης
χαῖρε ξεῖνʼ, ὅτις ἐσσί. τίνες βροτοί, ὧν ὅδε χῶρος;
Ἄμυκος
χαίρω πῶς, ὅτε τʼ ἄνδρας ὁρῶ, τοὺς μὴ πρὶν ὄπωπα; 55
Πολυδεύκης
θάρσει. μήτʼ ἀδίκους μήτʼ ἐξ ἀδίκων φάθι λεύσσειν.
Ἄμυκος
θαρσέω, κοὐκ ἐκ σεῦ με διδάσκεσθαι τόδʼ ἔοικεν.
Πολυδεύκης
ἄγριος εἶ, πρὸς πάντα παλίγκοτος, ἢ ὑπερόπτης;
Ἄμυκος
τοιόσδʼ οἷον ὁρᾷς· τῆς σῆς γε μὲν οὐκ ἐπιβαίνω.
Πολυδεύκης
ἔλθοις, καὶ ξενίων γε τυχὼν πάλιν οἴκαδʼ ἱκάνοις. 60
Ἄμυκος
μήτε σύ με ξείνιζε, τά τʼ ἐξ ἐμεῦ οὐκ ἐν ἑτοίμῳ.
Πολυδεύκης
δαιμόνιʼ, οὐδʼ ἂν τοῦδε πιεῖν ὕδατος σύγε δοίης;
Ἄμυκος
γνώσεαι, εἴ σευ δῖψος ἀνειμένα χείλεα τέρσει.
Πολυδεύκης
ἄργυρος ἢ τίς ὁ μισθός, ἐρεῖς, ᾧ κέν σε πίθοιμεν;
Ἄμυκος
εἷς ἑνὶ χεῖρας ἄειρον ἐναντίος ἀνδρὶ καταστάς. 65
Πολυδεύκης
πυγμάχος, ἢ καὶ ποσσὶ θενὼν σκέλος;
Ἄμυκος
………ὄμματά γʼ ὀρθὸς
 
πὺξ διατεινάμενος σφετέρης μὴ φείδεο τέχνης.
Πολυδεύκης
τίς γάρ, ὅτῳ χεῖρας καὶ ἐμοὺς συνερείσω ἱμάντας;
Ἄμυκος
ἐγγὺς ὁρᾷς· οὐ γύννις ἐὼν κεκλήσεθʼ ὁ πύκτης.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi