Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus

22

 
τοίχων ἄνδρες ἔβαινον Ἰησονίης ἀπὸ νηός.
 
ἐκβάντες δʼ ἐπὶ θῖνα βαθὺν καὶ ὑπήνεμον ἀκτὴν
 
εὐνάς τʼ ἐστόρνυντο πυρεῖά τε χερσὶν ἐνώμων.
 
Κάστωρ δʼ αἰολόπωλος ὅ τʼ οἰνωπὸς Πολυδεύκης
 
ἄμφω ἐρημάζεσκον ἀποπλαγχθέντες ἑταίρων, 35
 
παντοίην ἐν ὄρει θηεύμενοι ἄγριον ὕλην.
 
εὗρον δʼ ἀέναον κρήνην ὑπὸ λισσάδι πέτρῃ
 
ὕδατι πεπληθυῖαν ἀκηράτῳ· αἱ δʼ ὑπένερθεν
 
λάλλαι κρυστάλλῳ ἠδʼ ἀργύρῳ ἰνδάλλοντο
 
ἐκ βυθοῦ· ὑψηλαὶ δὲ πεφύκεσαν ἀγχόθι πεῦκαι 40
 
λεῦκαί τε πλάτανοί τε καὶ ἀκρόκομοι κυπάρισσοι,
 
ἄνθεά τʼ εὐώδη, λασίαις φίλα ἔργα μελίσσαις,
 
ὅσσʼ ἔαρος λήγοντος ἐπιβρύει ἀν λειμῶνας.
 
ἔνθα δʼ ἀνὴρ ὑπέροπλος ἐνήμενος ἐνδιάασκε,
 
δεινὸς ἰδεῖν, σκληραῖσι τεθλασμένος οὔατα πυγμαῖς· 45
 
στήθεα δʼ ἐσφαίρωτο πελώρια καὶ πλατὺ νῶτον
 
σαρκὶ σιδηρείῃ, σφυρήλατος οἷα κολοσσός.
 
ἐν δὲ μύες στερεοῖσι βραχίοσιν ἄκρον ὑπʼ ὦμον
 
ἕστασαν ἠύτε πέτροι ὁλοίτροχοι, οὕστε κυλίνδων
 
χειμάρρους ποταμὸς μεγάλαις περιέξεσε δίναις· 50

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi