Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus

21

 
τοὺς δʼ ἁλιεῖς ἤγειρε φίλος πόνος, ἐκ βλεφάρων δὲ 20
 
ὕπνον ἀπωσάμενοι σφετέραις φρεσὶν ἤρεθον αὐδάν.
Ἀσφαλίων
ψεύδοντʼ ὦ φίλε πάντες, ὅσοι τὰς νύκτας ἔφασκον
 
τῶ θέρεος μινύθειν, ὅτε τἄματα μακρὰ φέρει Ζεύς.
 
ἤδη μυρίʼ ἐσεῖδον ὀνείρατα, κοὐδέπω ἀώς.
 
μὴ λαθόμην; τί τὸ χρῆμα; χρόνον δʼ αἱ νύκτες ἔχοντι. 25
Ἑταῖρος
Ἀσφαλίων, μέμφῃ τὸ καλὸν θέρος; οὐ γὰρ ὁ καιρὸς
 
αὐτομάτως παρέβα τὸν ἑὸν δρόμον· ἀλλὰ τὸν ὕπνον
 
ἁ φροντὶς κόπτοισα μακρὰν τὰν νύκτα ποιεῖ τοι.
Ἀσφαλίων
ἆρʼ ἔμαθες κρίνειν πόκʼ ἐνύπνια; χρηστὰ γὰρ εἶδον.
 
οὔ δε θέλω τὠμῶ φαντάσματος ἦμεν ἄμοιρον. 30
 
ὡς καὶ τὰν ἄγραν, τὠνείρατα πάντα μερίζευ.
 
ὃς γὰρ ἂν εἰκάξῃ κατὰ τὸν νόον οὗτος ἄριστος
 
ἐστὶν ὀνειροκρίτας, ὁ διδάσκαλός ἐστι παρʼ ᾧ νοῦς.
 
ἄλλως καὶ σχολά ἐστι· τί γὰρ ποιεῖν ἂν ἔχοι τις
 
κείμενος ἐν φύλλοις ποτὶ κύματι μηδὲ καθεύδων, 35
 
ἀλλʼ ὄνος ἐν ῥάμνῳ τό τε λύχνιον ἐν πρυτανείῳ·
 
φαντὶ γὰρ ἀγρυπνίαν τόδʼ ἔχειν.
Ἑταῖρος
λέγε μοί ποτε νυκτὸς
 
ὄψιν, ἐπεὶ τά τις οἶδε λέγει μανύεν ἑταίρῳ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi