Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus

20

 
καὶ στόμα δʼ αὖ πακτᾶς γλυκερώτερον, ἐκ στομάτων δὲ
 
ἔρρεέ μοι φωνὰ γλυκερωτέρα ἢ μέλι κηρῶ.
 
ἁδὺ δέ μοι τὸ μέλισμα, καὶ ἢν σύριγγι μελίσδω,
 
κἢν αὐλῷ δονέω, κἢν δώνακι, κἢν πλαγιαύλῳ.
 
καὶ πᾶσαι καλόν με κατʼ ὤρεα φαντὶ γυναῖκες, 30
 
καὶ πᾶσαί με φιλεῦντι· τὰ δʼ ἀστικά μʼ οὐκ ἐφίλασεν,
 
ἀλλʼ ὅτι βουκόλος ἐμμὶ παρέδραμε κοὔποτʼ ἀκούει,
 
ὡς ὁ καλὸς Διόνυσος ἐν ἄγκεσι πόρτιν ἔλαυνεν·
 
οὐκ ἔγνω δʼ, ὅτι Κύπρις ἐπʼ ἀνέρι μήνατο βούτᾳ
 
καὶ Φρυγίοις ἐνόμευσεν ἐν ὤρεσι καὶ τὸν Ἄδωνιν 35
 
ἐν δρυμοῖσι φίλασε καὶ ἐν δρυμοῖσιν ἔκλαυσεν.
 
Ἐνδυμίων δὲ τίς ἦν; οὐ βουκόλος; ὅν γε Σελάνα
 
βουκολέοντα φίλασεν, ἀπʼ Οὐλύμπω δὲ μολοῖσα
 
λάθριον ἀν νάπος ἦλθε καὶ εἰς ἕνα παιδὶ κάθευδε.
 
καὶ τὺ Ῥέα κλαίεις τὸν βουκόλον. οὐχὶ δὲ καὶ τὺ 40
 
ὦ Κρονίδα διὰ παῖδα βοηνόμον ὄρνις ἐπλάγχθης;
 
Εὐνείκα δὲ μόνα τὸν βουκόλον οὐκ ἐφίλασεν,
 
ἁ Κυβέλας κρέσσων καὶ Κύπριδος ἠδὲ Σελάνας.
 
μηκέτι μηδὲ σὺ Κύπρι τὸν ἁδέα μήτε κατʼ ἄστυ
 
μήτʼ ἐν ὄρει φιλέοις, μούνη δʼ ἀνὰ νύκτα καθεύδοις. 45

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi