Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus

17–18

 
οὓς τέκετο κρείουσα Ῥέα βασιλῆας Ὀλύμπου·
 
ἓν δὲ λέχος στόρνυσιν ἰαύειν Ζηνὶ καὶ Ἥρῃ
 
χεῖρας φοιβήσασα μύροις ἔτι παρθένος Ἶρις.
 
χαῖρε ἄναξ Πτολεμαῖε· σέθεν δʼ ἐγὼ ἶσα καὶ ἄλλων 135
 
μνάσομαι ἡμιθέων, δοκέω δʼ ἔπος οὐκ ἀπόβλητον
 
φθέγξομαι ἐσσομένοις· ἀρετήν γε μὲν ἐκ Διὸς αἰτεῦ.
 
Ἑλένης Ἐπιθάλαμιος
 
ἔν ποκʼ ἄρα Σπάρτᾳ ξανθότριχι πὰρ Μενελάῳ
 
παρθενικαὶ θάλλοντα κόμαις ὑάκινθον ἔχοισαι
 
πρόσθε νεογράπτω θαλάμω χορὸν ἐστάσαντο,
 
δώδεκα ταὶ πρᾶται πόλιος, μέγα χρῆμα Λακαινᾶν,
 
ἁνίκα Τυνδαριδᾶν κατεδέξατο τὰν ἀγαπητὰν 5
 
μναστεύσας Ἑλέναν ὁ νεώτερος Ἀτρέος υἱός.
 
ἄειδον δʼ ἄρα πᾶσαι ἐς ἓν μέλος ἐγκροτέοισαι
 
ποσσὶ περιπλέκτοις, ὑπὸ δʼ ἴαχε δῶμʼ ὑμεναίῳ.
 
οὕτω δὴ πρωιζὲ κατέδραθες ὦ φίλε γαμβρέ;
 
ἦ ῥά τις ἐσσὶ λίαν βαρυγούνατος; ἦ ῥα φίλυπνος; 10
 
ἦ ῥα πολύν τινʼ ἔπινες, ὅτʼ εἰς εὐνὰν κατεβάλλευ;
 
εὕδειν μὰν σπεύδοντα καθʼ ὥραν αὐτὸν ἐχρῆν τυ,
 
παῖδα δʼ ἐᾶν σὺν παισὶ φιλοστόργῳ παρὰ ματρὶ

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi