Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus

17

 
καὶ ποταμοὶ κελάδοντες ἀνάσσονται Πτολεμαίῳ.
 
πολλοὶ δʼ ἱππῆες, πολλοὶ δέ μιν ἀσπιδιῶται.
 
χαλκῷ μαρμαίροντι σεσαγμένοι ἀμφαγέρονται.
 
ὄλβῳ μὲν πάντάς κε καταβρίθοι βασιλῆας· 95
 
τόσσον ἐπʼ ἆμαρ ἕκαστον ἐς ἀφνεὸν ἔρχεται οἶκον
 
πάντοθε. λαοὶ δʼ ἔργα περιστέλλουσιν ἕκηλοι.
 
οὐ γάρ τις δηίων πολυκήτεα Νεῖλον ὑπερβὰς
 
πεζὸς ἐν ἀλλοτρίαισι βοὰν ἐστάσατο κώμαις,
 
οὐδέ τις αἰγιαλόνδε θοᾶς ἐξάλατο ναὸς 100
 
θωρηχθεὶς ἐπὶ βουσὶν ἀνάρσιος Αἰγυπτίῃσι·
 
τοῖος ἀνὴρ πλατέεσσιν ἐνίδρυται πεδίοισι
 
ξανθοκόμας Πτολεμαῖος, ἐπιστάμενος δόρυ πάλλειν,
 
ᾧ ἐπὶ πάγχυ μέλει πατρώια πάντα φυλάσσειν
 
οἷʼ ἀγαθῷ βασιλῆι, τὰ δὲ κτεατίζεται αὐτός. 105
 
οὐ μὰν ἀχρεῖός γε δόμῳ ἐνὶ πίονι χρυσὸς
 
μυρμάκων ἅτε πλοῦτος ἀεὶ κέχυται μογεόντων·
 
ἀλλὰ πολὺν μὲν ἔχοντι θεῶν ἐρικυδέες οἶκοι,
 
αἰὲν ἀπαρχομένοιο σὺν ἄλλοισιν γεράεσσι,
 
πολλὸν δʼ ἰφθίμοισι δεδώρηται βασιλεῦσι, 110
 
πολλὸν δὲ πτολίεσσι, πολὺν δʼ ἀγαθοῖσιν ἑταίροις.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi