Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus

17

 
οἱ δʼ εἰς ἀμβρόσιον θάλαμον λευκοσφύρου Ἥβης
 
ὅπλα καὶ αὐτὸν ἄγουσι γενειήταν Διὸς υἱόν.
 
οἵα δʼ ἐν πινυταῖσι περικλειτὰ Βερενίκα
 
ἔπρεπε θηλυτέραις, ὄφελος μέγα γειναμένοισι. 35
 
τᾷ μὲν Κύπρον ἔχοισα Διώνας πότνια κούρα
 
κόλπον ἐς εὐώδη ῥαδινὰς ἐσεμάξατο χεῖρας.
 
τῷ οὔπω τινὰ φαντὶ ἁδεῖν τόσον ἀνδρὶ γυναικῶν,
 
ὅσσόν περ Πτολεμαῖος ἑὴν ἐφίλησεν ἄκοιτιν.
 
ἦ μὰν ἀντεφιλεῖτο πολὺ πλέον· ὧδέ κε παισὶ 40
 
θαρσήσας σφετέροισιν ἐπιτρέποι οἶκον ἅπαντα,
 
ὁππότε κεν φιλέων βαίνῃ λέχος ἐς φιλεούσης.
 
ἀστόργου δὲ γυναικὸς ἐπʼ ἀλλοτρίῳ νόος αἰεί,
 
ῥηίδιοι δὲ γοναί, τέκνα δʼ οὐ ποτεοικότα πατρί.
 
κάλλει ἀριστεύουσα θεάων πότνʼ Ἀφροδίτα, 45
 
σοὶ τήνα μεμέλητο· σέθεν δʼ ἕνεκεν Βερενίκα
 
εὐειδὴς Ἀχέροντα πολύστονον οὐκ ἐπέρασεν,
 
ἀλλά μιν ἁρπάξασα, πάροιθʼ ἐπὶ νῆα κατελθεῖν
 
κυανέαν καὶ στυγνὸν ἀεὶ πορθμῆα καμόντων,
 
ἐς ναὸν κατέθηκας, ἑᾶς δʼ ἀπεδάσσαο τιμᾶς. 50
 
πᾶσιν δʼ ἤπιος ἥδε βροτοῖς μαλακοὺς μὲν ἔρωτας

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi