Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus

15

Γυνή Ἀοιδός
πὰρ μέν οἱ ὥρια κεῖται, ὅσα δρυὸς ἄκρα φέρονται,
 
πὰρ δʼ ἁπαλοὶ κᾶποι πεφυλαγμένοι ἐν ταλαρίσκοις
 
ἀργυρέοις, Συρίω δὲ μύρω χρύσειʼ ἀλάβαστρα.
 
εἴδατα δʼ ὅσσα γυναῖκες ἐπὶ πλαθάνω πονέονται, 115
 
ἄνθεα μίσγοισαι λευκῷ παντοῖα μαλεύρῳ,
 
ὅσσά τʼ ἀπὸ γλυκερῶ μέλιτος τά τʼ ἐν ὑγρῷ ἐλαίῳ,
 
πάντʼ αὐτῷ πετεηνὰ καὶ ἑρπετὰ τεῖδε πάρεστι.
 
χλωραὶ δὲ σκιάδες μαλακῷ βρίθοντι ἀνήθῳ
 
δέδμανθʼ· οἱ δέ τε κῶροι ὑπερπωτῶνται Ἔρωτες, 120
 
οἷοι ἀηδονιδῆες ἀεξομενᾶν ἐπὶ δένδρων
 
πωτῶνται πτερύγων πειρώμενοι ὄζον ἀπʼ ὄζω.
 
ὢ ἔβενος, ὢ χρυσός, ὢ ἐκ λευκῶ ἐλέφαντος
 
αἰετοὶ οἰνοχόον Κρονίδᾳ Διὶ παῖδα φέροντες.
 
πορφύρεοι δὲ τάπητες ἄνω μαλακώτεροι ὕπνω, 125
 
ἁ Μίλατος ἐρεῖ χὡ τὰν Σαμίαν κάτα βόσκων·
 
ἔστρωται κλίνα τῷ Ἀδώνιδι τῷ καλῷ ἄλλα.
 
τὰν μὲν Κύπρις ἔχει, τὰν δʼ ὁ ῥοδόπαχυς Ἄδωνις
 
ὀκτωκαιδεκέτης ἢ ἐννεακαίδεχʼ ὁ γαμβρός.
 
οὐ κεντεῖ τὸ φίλαμʼ, ἔτι οἱ περὶ χείλεα πυρρά. 130
 
νῦν μὰν Κύπρις ἔχοισα τὸν αὐτᾶς χαιρέτω ἄνδρα·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi