Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus

15

Γοργώ
ὡς καὶ ὁ Βελλεροφῶν· Πελοποννασιστὶ λαλεῦμες·
 
δωρίσδεν δʼ ἔξεστι δοκῶ τοῖς Δωριέεσσι.
Πραχινόα
μὴ φύη Μελιτῶδες ὃς ἁμῶν καρτερὸς εἴη,
 
πλὰν ἑνός. οὐκ ἀλέγω. μή μοι κενεὰν ἀπομάξῃς. 95
Γοργώ
σιγᾷ Πραξινόα· μέλλει τὸν Ἄδωνιν ἀείδειν
 
ἁ τᾶς Ἀργείας θυγάτηρ πολύιδρις ἀοιδός,
 
ἅτις καὶ πέρυσιν τὸν ἰάλεμον ἀρίστευσε.
 
φθεγξεῖταί τι σάφʼ οἶδα καλόν· διαθρύπτεται ἤδη.
Γυνή Ἀοιδός
δέσποινʼ, ἃ Γολγώς τε καὶ Ἰδάλιον ἐφίλασας 100
 
αἰπεινάν τʼ Ἐρύκαν, χρυσῷ παίζοισʼ Ἀφροδίτα·
 
οἷόν τοι τὸν Ἄδωνιν ἀπʼ ἀενάω Ἀχέροντος
 
μηνὶ δυωδεκάτῳ μαλακαὶ πόδας ἄγαγον Ὧραι.
 
βάρδισται μακάρων Ὧραι φίλαι, ἀλλὰ ποθειναὶ
 
ἔρχονται πάντεσσι βροτοῖς αἰεί τι φορεῦσαι. 105
 
Κύπρι Διωναία, τὺ μὲν ἀθανάταν ἀπὸ θνατᾶς,
 
ἀνθρώπων ὡς μῦθος, ἐποίησας Βερενίκαν,
 
ἀμβροσίαν ἐς στῆθος ἀποστάξασα γυναικός·
 
τὶν δὲ χαριζομένα, πολυώνυμε καὶ πολύναε,
 
ἁ Βερενικεία θυγάτηρ Ἑλένᾳ εἰκυῖα 110
 
Ἀρσινόα πάντεσσι καλοῖς ἀτιτάλλει Ἄδωνιν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi