Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus

1

Θύρσις
τὰν δʼ ἄρα χὡ Δάφνις ποταμείβετο· Κύπρι βαρεῖα, 100
 
Κύπρι νεμεσσατά, Κύπρι θνατοῖσιν ἀπεχθής·
 
ἤδη γὰρ φράσδῃ πάνθʼ ἅλιον ἄμμι δεδύκειν·
 
Δάφνις κἠν Ἀίδα κακὸν ἔσσεται ἄλγος Ἔρωτι.
 
ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς.
 
ὧ λέγεται τὰν Κύπριν ὁ βουκόλος—ἕρπε ποτʼ Ἴδαν, 105
 
ἕρπε ποτʼ Ἀγχίσην. τηνεῖ δρύες, ἔνθα κύπειρος·
 
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς.
 
ὡραῖος χὥδωνις, ἐπεὶ καὶ μᾶλα νομεύει.
 
καὶ πτῶκας βάλλει καὶ θηρία πάντα διώκει. 110
 
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς.
 
αὖθις ὅπως στασῇ Διομήδεος ἆσσον ἰοῖσα,
 
καὶ λέγε· τὸν βούταν νικῶ Δάφνιν, ἀλλὰ μάχευ μοι.
 
ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς.
 
ὦ λύκοι, ὦ θῶες, ὦ ἀνʼ ὤρεα φωλάδες ἄρκτοι, 115
 
χαίρεθʼ. ὁ βουκόλος ὔμμιν ἐγὼ Δάφνις οὐκέτʼ ἀνʼ ὕλαν,
 
οὐκέτʼ ἀνὰ δρυμώς, οὐκ ἄλσεα. χαῖρʼ Ἀρέθοισα,
 
καὶ ποταμοί, τοὶ χεῖτε καλὸν κατὰ Θύμβριδος ὕδωρ.
 
ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς.
 
Δάφνις ἐγὼν ὅδε τῆνος ὁ τὰς βόας ὧδε νομεύων, 120

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi