Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus

13

 
ἀλλʼ ὅτε τὸ χρύσειον ἔπλει μετὰ κῶας Ἰήσων
 
Αἰσονίδας, οἱ δʼ αὐτῷ ἀριστῆες συνέποντο
 
πασᾶν ἐκ πολίων προλελεγμένοι, ὧν ὄφελός τι,
 
ἵκετο χὡ ταλαεργὸς ἀνὴρ ἐς ἀφνειὸν Ἰωλκόν,
 
Ἀλκμήνης υἱὸς Μιδεάτιδος ἡρωίνης, 20
 
σὺν δʼ αὐτῷ κατέβαινεν Ὕλας εὔεδρον ἐς Ἀργώ,
 
ἅτις κυανεᾶν οὐχ ἥψατο συνδρομάδων ναῦς,
 
ἀλλὰ διεξάιξε—βαθὺν δʼ εἰσέδραμε Φᾶσιν—
 
αἰετὸς ἐς μέγα λαῖτμα· ἀφʼ οὗ τότε χοιράδες ἔσταν.
 
ἆμος δʼ ἀντέλλοντι Πελειάδες, ἐσχατιαὶ δὲ 25
 
ἄρνα νέον βόσκοντι, τετραμμένου εἴαρος ἤδη,
 
τᾶμος ναυτιλίας μιμνάσκετο θεῖος ἄωτος
 
ἡρώων, κοίλαν δὲ καθιδρυνθέντες ἐς Ἀργὼ
 
Ἑλλάσποντον ἵκοντο νότῳ τρίτον ἆμαρ ἀέντι,
 
εἴσω δʼ ὅρμον ἔθεντο Προποντίδος, ἔνθα Κιανῶν 30
 
αὔλακας εὐρύνοντι βόες τρίβοντες ἄροτρα.
 
ἐκβάντες δʼ ἐπὶ θῖνα κατὰ ζυγὰ δαῖτα πένοντο
 
δειελινοί, πολλοὶ δὲ μίαν στορέσαντο χαμεύναν.
 
λειμὼν γάρ σφιν ἔκειτο, μέγα στιβάδεσσιν ὄνειαρ,
 
ἔνθεν βούτομον ὀξὺ βαθύν τʼ ἐτάμοντο κύπειρον. 35

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi