Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus

7

Σιμιχίδας
εἷς δʼ ἀπὸ τᾶσδε φέριστε Μόλων ἄγχοιτο παλαίστρας, 125
 
ἄμμιν δʼ ἁσυχία τε μέλοι γραία τε παρείη,
 
ἅτις ἐπιφθύζοισα τὰ μὴ καλὰ νόσφιν ἐρύκοι.
 
τόσσʼ ἐφάμαν· ὁ δέ μοι τὸ λαγωβόλον, ἁδὺ γελάσσας
 
ὡς πάρος, ἐκ Μοισᾶν ξεινήιον ὤπασεν εἶμεν.
 
χὡ μὲν ἀποκλίνας ἐπʼ ἀριστερὰ τὰν ἐπὶ Πύξας 130
 
εἷρφʼ ὁδόν, αὐτὰρ ἐγώ τε καὶ Εὔκριτος ἐς Φρασιδάυω
 
στραφθέντες χὡ καλὸς Ἀμύντιχος ἔν τε βαθείαις
 
ἁδείας σχοίνοιο χαμευνίσιν ἐκλίνθημες
 
ἔν τε νεοτμάτοισι γεγαθότες οἰναρέοισι.
 
πολλαὶ δʼ ἁμὶν ὕπερθε κατὰ κρατὸς δονέοντο 135
 
αἴγειροι πτελέαι τε· τὸ δʼ ἐγγύθεν ἱερὸν ὕδωρ
 
Νυμφᾶν ἐξ ἄντροιο κατειβόμενον κελάρυζε.
 
τοὶ δὲ ποτὶ σκιαραῖς ὀροδαμνίσιν αἰθαλίωνες
 
τέττιγες λαλαγεῦντες ἔχον πόνον· ἁ δʼ ὀλολυγὼν
 
τηλόθεν ἐν πυκιναῖσι βάτων τρύζεσκεν ἀκάνθαις. 140
 
ἄειδον κόρυδοι καὶ ἀκανθίδες, ἔστενε τρυγών,
 
πωτῶντο ξουθαὶ περὶ πίδακας ἀμφὶ μέλισσαι.
 
πάντʼ ὦσδεν θέρεος μάλα πίονος, ὦσδε δʼ ὀπώρας.
 
ὄχναι μὲν πὰρ ποσσί, παρὰ πλευραῖσι δὲ μᾶλα

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi