Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus

5

Λάκων
ἐνθὼν τὰν κυκλάμινον ὄρυσσέ νυν ἐς τὸν Ἄλεντα.
Κομάτας
Ἱμέρα ἀνθʼ ὕδατος ῥείτω γάλα, καὶ τὺ δὲ Κράθι
 
οἴνῳ πορφύροις, τὰ δέ τʼ οἴσυα καρπὸν ἐνείκαι. 125
Λάκων
ῥείτω χἁ Συβαρῖτις ἐμὶν μέλι, καὶ τὸ πότορθρον
 
ἁ παῖς ἀνθʼ ὕδατος τᾷ κάλπιδι κηρία βάψαι.
Κομάτας
ταὶ μὲν ἐμαὶ κύτισόν τε καὶ αἴγιλον αἶγες ἔδοντι,
 
καὶ σχῖνον πατέοντι καὶ ἐν κομάροισι κέχυνται.
Λάκων
ταῖσι δʼ ἐμαῖς ὀίεσσι πάρεστι μὲν ἁ μελίτεια 130
 
φέρβεσθαι, πολλὸς δὲ καὶ ὡς ῥόδα κίσθος ἐπανθεῖ.
Κομάτας
οὐκ ἔραμʼ Ἀλκίππας, ὅτι με πρᾶν οὐκ ἐφίλασε
 
τῶν ὤτων καθελοῖσʼ, ὅκά οἱ τὰν φάσσαν ἔδωκα.
Λάκων
ἀλλʼ ἐγὼ Εὐμήδευς ἔραμαι μέγα· καὶ γὰρ ὅκʼ αὐτῷ
 
τὰν σύριγγʼ ὤρεξα, καλόν τί με κάρτʼ ἐφίλασεν. 135
Κομάτας
οὐ θεμιτὸν Λάκων ποτʼ ἀηδόνα κίσσας ἐρίσδειν,
 
οὐδʼ ἔποπας κύκνοισι· τὺ δʼ ὦ τάλαν ἐσσὶ φιλεχθής.
Μόρσων
παύσασθαι κέλομαι τὸν ποιμένα. τὶν δὲ Κομάτα
 
δωρεῖται Μόρσων τὰν ἀμνίδα· καὶ τὺ δὲ θύσας
 
ταῖς Νύμφαις Μόρσωνι καλὸν κρέας αὐτίκα πέμψον. 140
Κομάτας
πεμψῶ ναὶ τὸν Πᾶνα. φριμάσσεο πᾶσα τραγίσκων
 
νῦν ἀγέλα· κἠγὼ γὰρ ἴδʼ ὡς μέγα τοῦτο καχαξῶ

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi