Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus

29

 
πῶς ταῦτʼ ἄρμενα, τὸν φιλέοντʼ ἀνίαις δίδων;
 
ἀλλʼ εἴ μοί τι πίθοιο νέος προγενεστέρῳ, 10
 
τῷ κε λώιον αὔτος ἔχων ἔμʼ ἐπαινέσαις,
 
ποίησαι καλίαν μίαν εἰν ἑνὶ δενδρίῳ,
 
ὅππῃ μηδὲν ἀπίξεται ἄγριον ὄρπετον.
 
νῦν δὲ τῶδε μὲν ἄματος ἄλλον ἔχης κλάδον,
 
ἄλλον δʼ αὔριον, ἐξ ἑτέρω δʼ ἕτερον μάτης· 15
 
καἰ μέν σευ τὸ κάλον τις ἴδων ῥέθος αἰνέσαι,
 
τῷ δʼ εὔθυς πλέον ἢ τριέτης ἐγένευ φίλος,
 
τὸν πρῶτον δὲ φιλεῦντα τρίταιον ἐθήκαο.
 
ἄνδρων τῶν ὑπερανορέων δοκίμοις πνέειν.
 
φίλη δʼ, ἇς κʼ ἔτʼ ἔῃς, τὸν ὕμοιον ἔχην ἄει. 20
 
αἰ γὰρ ὧδε πόῃς, ἄγαθος μὲν ἀκούσεαι
 
ἐξ ἄστων· ὁ δέ τοί κʼ Ἔρος οὐ χαλέπως ἔχοι,
 
ὃς ἄνδρων φρένας εὐμαρέως ὑποδάμναται,
 
κἤμε μάλθακον ἐξ ἐπόησε σιδαρίω.
 
ἀλλὰ πὲρ ἀπάλω στύματός σε πεδέρχομαι 25
 
ὀμνάσθην, ὅτι πέρυσιν ἦσθα νεώτερος,
 
χὥτι γηραλέοι πέλομες πρὶν ἀποπτύσαι
 
καὶ ῥύσοι, νεότατα δʼ ἔχην παλινάγρετον

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi