Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus

25

 
βουσὶν ἰὼν λάμπεσκεν, ἀρίζηλος δʼ ἐτέτυκτο.
 
ὃς δή τοι σκύλος αὖον ἰδὼν χαροποῖο λέοντος
 
αὐτῷ ἔπειτʼ ἐπόρουσεν ἐυσκόπῳ Ἡρακλῆι
 
χρίμψασθαι ποτὶ πλευρὰ κάρη στιβαρόν τε μέτωπον.
 
τοῦ μὲν ἄναξ προσιόντος ἐδράξατο χειρὶ παχείῃ 145
 
σκαιοῦ ἄφαρ κέραος, κατὰ δʼ αὐχένα νέρθʼ ἐπὶ γαίης
 
κλάσσε βαρύν περ ἐόντα, πάλιν δέ μιν ὦσεν ὀπίσσω
 
ὤμῳ ἐπιβρίσας· ὁ δέ οἱ περὶ νεῦρα τανυσθεὶς
 
μυὼν ἐξ ὑπάτοιο βραχίονος ὀρθὸς ἀνέστη.
 
θαύμαζεν δʼ αὐτός τε ἄναξ υἱός τε δαΐφρων 150
 
Φυλεὺς οἵ τʼ ἐπὶ βουσὶ κορωνίσι βουκόλοι ἄνδρες,
 
Ἀμφιτρυωνιάδαο βίην ὑπέροπλον ἰδόντες.
 
τὼ δʼ εἰς ἄστυ λιπόντε καταυτόθι πίονας ἀγροὺς
 
ἐστιχέτην, Φυλεύς τε βίη θʼ Ἡρακληείη.
 
λαοφόρου δʼ ἐπέβησαν ὅθι πρώτιστα κελεύθου, 155
 
λεπτὴν καρπαλίμοισι τρίβον ποσὶν ἐξανύσαντες,
 
ἥ ῥα διʼ ἀμπελεῶνος ἀπὸ σταθμῶν τετάνυστο
 
οὔτι λίην ἀρίσημος ἐν ὕλῃ χλωρὰ θέουσα,
 
τῇ μιν ἄρα προσέειπε Διὸς γόνον ὑψίστοιο
 
Αὐγείω φίλος υἱὸς ἕθεν μετόπισθεν ἰόντα, 160

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi