Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus

25

 
ἐς τέλος· οὐ μὲν γάρ τις ἐπήλυθε νοῦσος ἐκείνου
 
βουκολίοις, αἵτʼ ἔργα καταφθείρουσι νομήων,
 
αἰεὶ δὲ πλέονες κερααὶ βόες, αἰὲν ἀμείνους
 
ἐξ ἔτεος γίνοντο μάλʼ εἰς ἔτος· ἦ γὰρ ἅπασαι
 
ζωοτόκοι τʼ ἦσαν περιώσια θηλυτόκοι τε. 125
 
ταῖς δὲ τριηκόσιοι ταῦροι συνάμʼ ἐστιχόωντο
 
κνήμαργοί θʼ ἕλικές τε, διηκόσιοί γε μὲν ἄλλοι
 
φοίνικες· πάντες δʼ ἐπιβήτορες οἵγʼ ἔσαν ἤδη.
 
ἄλλοι δʼ αὖ μετὰ τοῖσι δυώδεκα βουκολέοντο
 
ἱεροὶ Ἠελίοιο· χρόην δʼ ἔσαν ἠύτε κύκνοι 130
 
ἀργησταί, πᾶσιν δὲ μετέπρεπον εἰλιπόδεσσιν
 
οἳ καὶ ἀτιμαγέλαι βόσκοντʼ ἐριθηλέα ποίην
 
ἐν νομῷ· ὧδʼ ἔκπαγλον ἐπὶ σφίσι γαυριόωντο.
 
καί ῥʼ ὁπότʼ ἐκ λασίοιο θοοὶ προγενοίατο θῆρες
 
ἐς πεδίον δρυμοῖο βοῶν ἕνεκʼ ἀγροτεράων, 135
 
πρῶτοι τοίγε μάχηνδε κατὰ χροὸς ᾔεσαν ὀσμήν,
 
δεινὸν δʼ ἐβρυχῶντο φόνον λεύσσοντε προσώπῳ.
 
τῶν μέν τε προφέρεσκε βίηφί τε καὶ σφένεϊ ᾧ
 
ἠδʼ ὑπεροπλίῃ Φαέθων μέγας, ὅν ῥα βοτῆρες
 
ἀστέρι πάντες ἔισκον, ὁθούνεκα πολλὸν ἐν ἄλλοις 140

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi