Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus

24–25

 
αὐτός, ἐπεὶ μάλα πολλὰ θοῶν ἐξήρατʼ ἀγώνων
 
Ἄργει ἐν ἱπποβότῳ κειμήλια, καί οἱ ἀαγεῖς
 
δίφροι, ἐφʼ ὧν ἐπέβαινε, χρόνῳ διέλυσαν ἱμάντας.
 
δούρατι δὲ προβολαίῳ ὑπʼ ἀσπίδι ὦμον ἔχοντα 125
 
ἀνδρὸς ὀρέξασθαι ξιφέων τʼ ἀνέχεσθαι ἀμυχμόν,
 
κοσμῆσαί τε φάλαγγα λόχον τʼ ἀναμετρήσασθαι
 
δυσμενέων ἐπιόντα καὶ ἱππήεσσι κελεῦσαι
 
Κάστωρ Ἱππαλίδας δέδαεν, φυγὰς Ἄργεος ἐνθών,
 
ὁππόκα κλᾶρον ἅπαντα καὶ οἰνόπεδον μέγα Τυδεὺς 130
 
ναῖε παρʼ Ἀδρήστοιο λαβὼν ἱππήλατον Ἄργος.
 
Κάστορι δʼ οὔτις ὁμοῖος ἐν ἡμιθέοις πολεμιστὴς
 
ἄλλος ἔην πρὶν γῆρας ἀποτρῖψαι νεότητα.
 
Ὧδε μὲν Ἡρακλῆα φίλα παιδεύσατο μάτηρ.
 
εὐνὰ δʼ ἦς τῷ παιδὶ τετυγμένα ἀγχόθι πατρὸς 135
 
δέρμα λεόντειον μάλα οἱ κεχαρισμένον αὐτῷ,
 
δεῖπνον δὲ κρέα τʼ ὀπτὰ καὶ ἐν κανέῳ μέγας ἄρτος
 
Δωρικός· ἀσφαλέως κε φυτοσκάφον ἄνδρα κορέσσαι.
 
αὐτὰρ ἐπʼ ἄματι τυννὸν ἄνευ πυρὸς αἴνυτο δόρπον.
 
εἵματα δʼ οὐκ ἀσκητὰ μέσας ὑπὲρ ἕννυτο κνάμας. 140
 
Ἡρακλῆς Λεοντοφόνος

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi