Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus

24

 
δαιδάλεον δʼ ὥρμασε μετὰ ξίφος, ὅ οἱ ὕπερθεν
 
κλιντῆρος κεδρίνου περὶ πασσάλῳ αἰὲν ἄωρτο.
 
ἤτοι ὅγʼ ὠριγνᾶτο νεοκλώστου τελαμῶνος,
 
κουφίζων ἑτέρᾳ κολεὸν μέγα, λώτινον ἔργον. 45
 
ἀμφιλαφὴς δʼ ἄρα παστὰς ἐνεπλήσθη πάλιν ὄρφνας·
 
δμῶας δὴ τότʼ ἄυσεν ὕπνον βαρὺν ἐκφυσῶντας·
 
οἴσετε πῦρ ὅτι θᾶσσον ἀπʼ ἐσχαρεῶνος ἑλόντες,
 
δμῶες ἐμοί, στιβαροὺς δὲ θυρᾶν ἀνακόψατʼ ὀχῆας.
 
ἄνστατε δμῶες ταλασίφρονες. αὐτὸς ἀυτεῖ. 50
 
Ἦ ῥα γυνὰ Φοίνισσα μύλαις ἔπι κοῖτον ἔχουσα.
 
οἱ δʼ αἶψα προγένοντο λύχνοις ἅμα δαιομένοισι
 
δμῶες· ἐνεπλήσθη δὲ δόμος σπεύδοντος ἑκάστου.
 
ἤτοι ἄρʼ ὡς εἴδοντʼ ἐπιτίτθιον Ἡρακλῆα
 
θῆρε δύω χείρεσσιν ἀπρὶξ ἁπαλαῖσιν ἔχοντα, 55
 
συμπλήγδην ἰάχησαν· ὁ δʼ ἐς πατέρʼ Ἀμφιτρύωνα
 
ἑρπετὰ δεικανάασκεν, ἐπάλλετο δʼ ὑψόθι χαίρων
 
κουροσύνᾳ, γελάσας δὲ πάρος κατέθηκε ποδοῖιν
 
πατρὸς ἑοῦ θανάτῳ κεκαρωμένα δεινὰ πέλωρα.
 
Ἀλκμήνα μὲν ἔπειτα ποτὶ σφέτερον βάλε κόλπον 60
 
ξηρὸν ὑπαὶ δείους ἀκρόχλοον Ἰφικλῆα·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi