Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus

24

 
Ἀλκμήνας φίλα τέκνα, φάος δʼ ἀνὰ οἶκον ἐτύχθη.
 
ἤτοι ὅγʼ εὐθὺς ἄυσεν, ὅπως κακὰ θηρίʼ ἀνέγνω
 
κοίλου ὑπὲρ σάκεος καὶ ἀναιδέας εἶδεν ὀδόντας,
 
Ἰφικλέης, οὔλαν δὲ ποσὶν διελάκτισε χλαῖναν, 25
 
φευγέμεν ὁρμαίνων· ὁ δʼ ἐναντίος εἴχετο χερσὶν
 
Ἡρακλέης, ἄμφω δὲ βαρεῖ ἐνεδήσατο δεσμῷ,
 
δραξάμενος φάρυγος, τόθι φάρμακα λυγρὰ κέκρυπται
 
οὐλομένοις ὀφίεσσιν, ἃ καὶ θεοὶ ἐχθαίροντι.
 
τὼ δʼ αὖτε σπείραισιν ἑλισσέσθην περὶ παῖδα 30
 
ὀψίγονον γαλαθηνόν, ὑπὸ τροφῷ αἰὲν ἄδακρυν·
 
ἂψ δὲ πάλιν διέλυον ἐπεὶ μογέοιεν ἀκάνθας,
 
δεσμοῦ ἀναγκαίου πειρώμενοι ἔκλυσιν εὑρεῖν.
 
Ἀλκμήνα δʼ ἐσάκουσε βοᾶς καὶ ἐπέγρετο πράτα·
 
Ἄνσταθʼ Ἀμφιτρύων· ἐμὲ γὰρ δέος ἴσχει ὀκνηρόν· 35
 
ἄνστα, μηδὲ πόδεσσιν ἑοῖς ὑπὸ σάνδαλα θείῃς.
 
οὐκ ἀίεις, παίδων ὁ νεώτερος ὅσσον ἀυτεῖ;
 
ἢ οὐ νοέεις, ὅτι νυκτὸς ἀωρί που, οἱ δέ τε τοῖχοι
 
πάντες ἀριφραδέες, καθαρᾶς ἅπερ ἠριγενείας;
 
ἔστί τί μοι κατὰ δῶμα νεώτερον, ἔστι φίλʼ ἀνδρῶν. 40
 
Ὣς φάθʼ. ὁ δʼ ἐξ εὐνᾶς ἀλόχῳ κατέβαινε πιθήσας·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi