Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus

24

 
Ἀλκμήνα καὶ νυκτὶ νεώτερον Ἰφικλῆα,
 
ἀμφοτέρους λούσασα καὶ ἐμπλήσασα γάλακτος,
 
χαλκείαν κατέθηκεν ἐς ἀσπίδα, τὰν Πτερελάου
 
Ἀμφιτρύων καλὸν ὅπλον ἀπεσκύλευσε πεσόντος. 5
 
ἁπτομένα δὲ γυνὰ κεφαλᾶς μυθήσατο παίδων·
 
εὕδετʼ ἐμὰ βρέφεα γλυκερὸν καὶ ἐγέρσιμον ὕπνον,
 
εὕδετʼ ἐμὰ ψυχά, δύʼ ἀδελφεώ, εὔσοα τέκνα·
 
ὄλβιοι εὐνάζοισθε καὶ ὄλβιοι ἀῶ ἵκοισθε.
 
Ὣς φαμένα δίνασε σάκος μέγα· τοὺς δʼ ἔλαβʼ ὕπνος. 10
 
ἆμος δὲ στρέφεται μεσονύκτιον ἐς δύσιν ἄρκτος
 
Ὠρίωνα κατʼ αὐτόν, ὁ δʼ ἀμφαίνει μέγαν ὦμον,
 
τᾶμος ἄρʼ αἰνὰ πέλωρα δύω πολυμήχανος Ἥρη
 
κυανέαις φρίσσοντας ὑπὸ σπείραισι δράκοντας
 
ὦρσεν ἐπὶ πλατὺν οὐδόν, ὅθι σταθμὰ κοῖλα θυράων 15
 
εἶκεν, ἀπειλήσασα φαγεῖν βρέφος Ἡρακλῆα.
 
τὼ δʼ ἐξειληθέντες ἐπὶ χθονὶ γαστέρας ἄμφω
 
αἱμοβόρους ἐκύλιον· ἀπʼ ὀφθαλμῶν δὲ κακὸν πῦρ
 
ἐρχομένοις λάμπεσκε, βαρὺν δʼ ἐξέπτυον ἰόν.
 
ἀλλʼ ὅτε δὴ παίδων λιχμώμενοι ἐγγύθεν ἦνθον, 20
 
καὶ τότʼ ἄρʼ ἐξέγροντο, Διὸς νοέοντος ἅπαντα,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi