Thesauros Edebiyat biography Γυμναστικός

Γυμναστικός

Γυμναστικός Philostratus the Athenian 2nd/3rd cent
8 ἄριστος δὲ ὁ κατὰ Βοιωτίαν καὶ Πλάταιαν ὁπλίτης ἐνομίζετο διά τε τὸ μῆκος τοῦ δρόμου διά τε τὴν ὅπλισιν ποδήρη οὖσαν καὶ σκεπάζουσαν τὸν ἀθλητήν, ὡς ἂν εἰ καὶ μάχοιτο, διά τε τὸ ἐπʼ ἔργῳ λαμπρῷ κεῖσθαι τῷ Μηδικῷ, διά τε τὸ νομίσαι ταῦτα Ἕλληνας κατὰ βαρβάρων, καὶ μὴν καὶ διὰ τὸν νόμον τὸν ἐπὶ τοῖς ἀγωνιουμένοις κείμενον, ὡς νενόμικεν ἡ Πλάταια· τὸν γὰρ ἤδη παρʼ αὐτοῖς ἐστεφανωμένον, εἰ ἀγωνίζοιτο αὖθις, ἐγγυητὰς ἔδει καταστῆσαι τοῦ σώματος, θάνατος γὰρ ἡττωμένῳ προσετέτακτο.
9 Πυγμὴ δὲ Λακωνικὸν εὕρημα καὶ ἐς Βέβρυκάς ποτε βαρβάρους ἦλθεν, ἄριστά τε αὐτῇ Πολυδεύκης ἐχρῆτο, ὅθεν οἱ ποιηταὶ αὐτὸν ἐκ τούτων ᾖδον. ἐπύκτευον δὲ οἱ ἀρχαῖοι Λακεδαιμόνιοι διὰ τάδε· κράνη Λακεδαιμονίοις οὐκ ἦν, οὐδʼ ἐγχώριον ἡγοῦντο τὴν ὑπʼ αὐτοῖς μάχην, ἀλλʼ ἦν ἀσπὶς ἀντὶ κράνους τῷ μετʼ ἐπιστήμης φέροντι. ὡς οὖν φυλάττοιντο μὲν τὰς κατὰ τοῦ προσώπου πληγάς, πληττόμενοι δὲ ἀνέχοιντο, πυγμὴν ἐπήσκησαν καὶ τὰ πρόσωπα οὕτω στέγειν ἐνεγυμνάζοντο. προιόντες δὲ μεθῆκαν τὸ πυκτεύειν καὶ τὸ παγκρατιάζειν ὁμοίως, αἰσχρὸν ἡγούμενοι διαγωνίζεσθαι ταῦτα, ἐν οἷς ἔστιν ἑνὸς ἀπειπόντος διαβεβλῆσθαι τὴν Σπάρτην ὡς μὴ εὔψυχον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi