2
δοκεῖ δὴ μοι διδάξαι μὲν τὰς αἰτίας, διʼ ἃς ὑποδέδωκε ταῦτα, ξυμβαλέσθαι δὲ γυμνάζουσί τε καὶ γυμναζομένοις, ὁπόσα οἶδα, ἀπολογήσασθαί τε ὑπὲρ τῆς φύσεως ἀκουούσης κακῶς, ἐπειδὴ παρὰ πολὺ τῶν πάλαι οἱ νῦν ἀθληταί· λέοντάς τε γὰρ βόσκει καὶ νῦν φαυλοτέρους οὐδέν, τῶν τε κυνῶν καὶ ἵππων καὶ ταύρων ταὐτὸν χρῆμα, καὶ τὸ ἐς δένδρα δὲ αὐτῆς ἧκον ἄμπελοί τε ὅμοιοι ἔτι καὶ συκῆς δῶρα, χρυσοῦ τε καὶ ἀργύρου καὶ λίθων οὐδὲν παρήλλαξεν, ἀλλʼ ὡς αὐτὴ ἐνόμισε, τοῖς προτέροις ὅμοια φύει τὰ πάντα· ἀθληταῖς δέ, ὁπόσαι περὶ αὐτοὺς ἦσάν ποτε ἀρεταί, οὐχ ἡ φύσις ἀπηνέχθη αὐτῶν, φέρει γὰρ δὴ ἔτι θυμοειδεῖς εὐειδεῖς ἀγχίνους, φύσεως γὰρ ταῦτα, τὸ δὲ μὴ ὑγιῶς γυμνάζεσθαι, μηδὲ ἐῤῥωμένως ἐπιτηδεύειν ἀφείλετο τὴν φύσιν τὸ ἑαυτῆς κράτος. καὶ ὅπως μὲν ξυνέβη ταῦτα, δηλώσω ὕστερον, πρῶτον δὲ ἐπισκεψώμεθα δρόμου αἰτίας καὶ πυγμῆς καὶ πάλης καὶ τῶν τοιούτων, καὶ ἐξ ὅτου ἤρξατο ἕκαστα καὶ ἀφʼ ὅτου. παρακείσεται δὲ ἁπανταχοῦ τὰ Ἠλείων, δεῖ γάρ που τὰ τοιαῦτα ἐκ τῶν ἀκριβεστάτων φράζειν.