Thesauros Edebiyat biography Ἐπιστολαί. Διαλέξεις.

Ἐπιστολαί. Διαλέξεις.

Ἐπιστολαί. Διαλέξεις. Philostratus the Athenian 2nd/3rd cent

Kitap 1

α

1 τὰ ῥόδα ὥσπερ πτεροῖς τοῖς φύλλοις ἐποχούμενα ἐλθεῖν παρὰ σὲ σπουδὴν ἐποιήσαντο. ὑπόδεξαι αὐτὰ εὐμενῶς, ἢ ὡς Ἀδώνιδος ὑπομνήματα, ἢ ὡς Ἀφροδίτης βαφήν, ἢ ὡς γῆς ὄμματα. ἀθλητῇ μὲν οὖν κότινος πρέπει καὶ βασιλεῖ μεγάλῳ ἡ ὀρθὴ τιάρα καὶ στρατιώτῃ λόφος, καλῷ δὲ μειρακίῳ ῥόδον καὶ διὰ συγγένειαν εὐωδίας καὶ διὰ τὸ οἰκεῖον τῆς χροιᾶς. περιθήσῃ δὲ οὐ σὺ τὰ ῥόδα, ἀλλʼ αὐτὰ σέ.

β

2 πέπομφά σοι στέφανον ῥόδων, οὐ σὲ τιμῶν, καὶ τοῦτο μὲν γάρ, ἀλλʼ αὐτοῖς τι χαριζόμενος τοῖς ῥόδοις, ἵνα μὴ μαρανθῇ.

γ

3 οἱ Λακεδαιμόνιοι φοινικοβαφεῖς ἐνεδύοντο χιτῶνας, ἢ ἵνα ἐκπλήττωσι τοὺς ἐναντίους τῷ φοβερῷ τῆς χροιᾶς, ἢ ἵνα ἀγνοῶσι τὸ αἷμα τῇ κοινωνίᾳ τῆς βαφῆς· ὑμᾶς δὲ δεῖ τοὺς καλοὺς ῥόδοις μόνοις ὁπλίζεσθαι καὶ ταύτην λαμβάνειν παρὰ τῶν ἐραστῶν τὴν πανοπλίαν. ὑάκινθος μὲν οὖν λευκῷ μειρακίῳ πρέπει καὶ νάρκισσος μέλανι, ῥόδον δὲ πᾶσιν, ὡς καὶ μειράκιον τὸ πάλαι ὂν καὶ ἄνθος καὶ φάρμακον καὶ μύρον. ταῦτα Ἀγχίσην ἀνέπεισε, ταῦτα Ἄρην ἀπέδυσε, ταῦτα Ἄδωνιν ἐλθεῖν ἀνέμνησε, ταῦτα ἦρος κόμαι, ταῦτα γῆς ἀστραπαί, ταῦτʼ ἔρωτος λαμπάδες.

δ

1 / 34 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi